Ancient Greek · ~29 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. Β..1
Not analysed yet
Περὶ ἐλπίδος καὶ ἁγιασμοῦ, τῆς τε ὀφειλομένης ἐπὶ τῇ υἱοθεσίᾳ ἀσφαλοῦς ἀναστροφῆς. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Εἰπὼν τὸ μέγεθος τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ Πατρὸς τὰ παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ. Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς προπρότερόν ἐν τῆ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις. Τοῦτο φησὶ, ὡς αὐτοῦ τοῦ Κυρίου τοῖς πιστεύουσι εἰς αὐτὸν ἑαυτὸν ἀποκαλύπτοντος καὶ φανεροῦντος. Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάση ἀναστροφῇ γενήθητε. Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ Ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας. Διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τὴν οἰκείωσιν ἀπαιτεῖ τὴν πρὸς ἑαυτόν· αὕτη γὰρ σώζει· διὸ καὶ ὄντως ἅγιοι νῦν διὰ Χριστοῦ ἐπὶ τῇ ὄντως ζωῇ. Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε. Εἰ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, τι δεῖ νοεῖν περὶ τοῦ προκειμένου ; εἰ γὰρ ὁ Πατὴρ ἐστὶν ὁ σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον ; εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχάνεῖ; πρὸς ἃ λεκτέον, εἰ Πατρὸς καὶ Υἱοῦ μία θεότης, κρίνοντος τοῦ Υἱοῦ, ὁ Πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ Υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννησας γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε, καὶ ἄλλοις εἶπε, τῷ μὲν, “τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. τῇ δὲ, “θύ- “γατερ, ἡ πίστις σου σέσωκέ σε.” καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα. Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἣ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν. Ὅρα διὰ πόσων ἀσπίλους εἶναι παρασκευάζει· πρῶτον μὲν διὰ τοῦ γραφικοῦ· δεύτερον διὰ τοῦ ἀναγκαίου, ἐπειδὴ τὸν Θεὸν ἐπικαλοῦνται Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μύρια ἐλάβομεν ἀγαθὰ ἀυτὴ ’δε ἐστι τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἶμα Χριστοῦ. Τοῦ Χρυσοστόμου. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτῆρ’ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “τιμῆς ἠγορασθῆτε.’’ ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα ἐὰν ἴδη αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἣ νῦν. δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεή. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια ; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα c ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς, ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. ἀγοράζει φόνῳ· μιαίφονος γάρ ἐστιν· “ἀνθρωπόκτονος γὰρ ἦν ἀπ’ ἀρχῆς. καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· ”καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα. Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῆ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς. Τοῦ θανάτου μνησθεὶς τοῦ Χριστοῦ, οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἐπήγαγε καὶ τὴν ἀνάστασιν· εἰ δὲ ἀκούεις τὸν Πατέρα ἐγείροντα τὸν Υἱὸν, μὴ θορυβηθῇς ὡς αὐτοῦ ἑαυτὸν μὴ δυναμένου ἐγεῖραι. ἄκουε γὰρ λέγοντος τοῦ Χριστοῦ. “λύσατε τὸν ναὸν τοῦτον, καὶ “ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “παρέστησεν ἑαυτὸν ζῶντα καὶ πάλιν τοῦ Χριστοῦ. “ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν “λαβεῖν αὐτήν. λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν. Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα. τοῦ Εὐαγγελίου λέγοντος, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· “οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι,” φησὶν ὁ Κύριος Ἰησοῦς Χριστός. Διότι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Τοῦ ἁγίου Βασιλείου. βούλομαι σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. ἵνα ὅπου περ ἂν εὑρεθῇς καὶ ὁποιωδήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως· μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, “ὅτι πᾶσα σὰρξ ὡς χόρτος καὶ “πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος· σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος καὶ ἀνυπόστατος τὴν ὁρμήν. αὔριον ὁ αὐτὸς ἐλεεινὸς, ἣ τῷ χρόνῳ μαρανθεὶς, ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶντε ἐπισιτείων καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προιὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπίφφθονός ἐστι τοῖς ἐντυγχάνουσι· πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν τινὰ δυναστείαν· ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἢ ἐθνῶν ἐπιμέλειαν· ἣ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἐπαγωγὰς, τὰ δεσμωτήρια ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν οἰκείων συναθροίζεται φόβος· καὶ τι μετὰ τοῦτο ; μία νὺξ, ἢ καὶ πυρετὸς εἷς πλευρίτης ἣ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα· καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη· ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ άδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. Εὐσεβίου Καισαρείασ. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις, καὶ τοῦ τὴν εἰκόνα τοῦ χοικοῦ φοροῦντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος. ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται· εἰτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “καὶ “ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.” Θεοδωρήτου. Ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαὸς “ἐξηράνθη ὁ “χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος.” τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν· φύσει μὲν γὰρ χόρτου, φησὶν, ἔοικε τῶν ἀνθρώπων τὸ γένος· ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία· καὶ καθάπερ τοῦ χόρτον ξηραινομένου τὸ ἄνθος ἐκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος, καὶ ἡ δυναστεία καὶ ἡ ὑπερηφανία σβέννυται. Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο ’δε ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἄνωθεν ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ’ ὅμως καὶ ταύτην τὴν ἀπείθειαν ἰδὼν ὁ τῶν ὅλων Θεὸς ἐπιμένει προτρέπων εἰς σωτηρίαν.