Ancient Greek · ~31 min
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. Γ..1
Not analysed yet
Περὶ τοῦ ἐπαξίως τῆς υἱοθεσίας ζῆν ἐν Χριστῷ πρὸς ὠφελεἴαν καὶ τῶν ἔξωθεν εἰς δόξαν Θεοῦ. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, Μετὰ τὸ εἰπεῖν τὴν δύναμιν τοῦ κηρύγματος διδάσκει καὶ ὁποίους εἶναι δεῖ τοὺς αὐτὸ δεχομένους. Σευήρου. Εἰ μὴ γὰρ ὁ λόγος μείνας ἐν οἷς ἦν· ἀμείνων γὰρ τροπῆς ὡς Θεὸς ἐκ μήτρας αὐτῆς ἑνωθεὶς σαρκὶ καθ’ ὑπόστασιν. ψυχὴν ἐχούσῃ τὴν νοερὰν καὶ τῆς ἐμῆς γενέσεως τὰς ὠδῖνας. καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ἐν “λύπαις τέξῃ τέκνα, τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἃν ἡμεῖς πρὸς τὰ “ἀρτιγεννῆ “βρέφη τὸ λογικὸν ἄδολον γάλα’’ ἐπεποθήσαμεν, καθώς φησιν ὁ θεσπέσιος Πέτρος. Ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν. Εἰ καὶ τελείους ἡμᾶς ὁ θεῖος βούλεται νόμος, ἀλλὰ κατὰ ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν, φθάσαντας πρότερον γάλα ποτιζομένους, “ὡς ἀρτιγέννητᾳ βρέφη,’’ καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ ῥηθὲν, “μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῆ κακίᾳ νηπιάζετε, “ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε· οὐ γάρ ἐστιν, οὐκ ἔστι, μὴ ἀποσμήξαντας τὴν κακίαν καὶ νηπιάσαντας, πρὸς ἁγνείαν ἐλθεῖν, ἣ φρεσὶ τελειωθῆναι, ἣ εἰς ἄνδρα τέλειον, ἐργάτην ἀνεπαίσχυντον, ἀναβῆναι. Τὴν στοιχειώδη λέγει διδασκαλίαν τῶν λογίων τοῦ Θεοῦ. Εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἁγίου βασιλείου. Πανταχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. ἐπειδὴ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις, ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες. δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον. Τῶν γραμματέων καὶ Φαρισαίων καὶ παντὸς αὐτῶν τοῦ συνεδρίου, περὶ ὧν εἴρηται “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος “ἐγενήθη εἰς κεφαλὴν γωνίας.” Καὶ αὐτοὶ ὡς λιθοῖ ζῶντες ἐποικοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Θεοδωρήτου. τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Διότι περιέχει ἐν τῇ γραφῇ, Ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν πολυτελῆ καὶ ἔντιμον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα· ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσρα(??)λ καὶ τὸν ἐξ ἐθνῶν· ἀλλ’ “ὁ πιστεύων, φησιν, “ἐπ’ αὐτῷ “οὐ μὴ καταισχυνθῇ.” ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον, καὶ φησὶ, “τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια “Σιών·’’ καὶ τί τὸ ἐντεῦθεν ὄφελος ; “ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ “μὴ καταισχυνθῇ.” Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. Ὥσπερ ὁ Κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλοὺς, τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν, τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ, θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλον πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι. Τοῦ Χρυσοστόμου. τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ “οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.’’ Καὶ μετ’ ὀλίγα—“ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, “ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,’’ καὶ πάλιν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.’’ Διδύμου. Ὁ δι’ ὑμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, “ὃν “ἀπεδοκίμασαν οἱ οἱκοδομοῦντες,” μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἐτέρας γωνίας κεφαλὴ γέγονε. Καὶ μετ’ ὀλίγα—Ἀκρογωνιαῖον αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς, καὶ τῆς νέας ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν· τοῦτον μὲν οὖν τὸν λίθον, οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμματεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὐτῇ μέγιστον κεχαρισμένον. Ὅσοι προσκόπτουσι τῷ λίθῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. Ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως· αὕτη γὰρ αὐτοὺς εἰς αὐτὴν ἤνεγκε τὴν μερίδα. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν b —Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν, καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος. μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι. τούτων οὕτως οἰκοδομηθέντων, ἀναγκαῖον τοὺς σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ c ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος, ἐπὶ τὸ ἅγιοι ἔσεσθε οἱ αὐτοὶ πρὸς τό d ἄγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι. περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. Σευήρου. τουτέστι κη ἐξαίρετον ἐν περιουσίᾳ καὶ κτήματι λελογισμένος. ἐπειδὴ κτίσματα μὲν τοῦ πεποιηκότος ἅπαντες ἄνθρωποι· κτήματα δὲ οἱ διὰ τῆς ἐπιγνώσεως εἰσποιηθέντες ὑπὸ Θεοῦ, καὶ τὰ τῆς αὐτοῦ δεσποτείας ἄξια πράττοντες, καὶ ὑπ’ οὐδενὸς ἣ πάθους ἣ ἁμαρτίας ἣ νόθου θεοῦ δεσποζόμενοι. Οἱ γὰρ πιστεύοντες εἰς Χριστὸν τοῦτο ἔσχομεν ὅπερ αὐτός· ἐπειδὴ γὰρ αὐτὸς καὶ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς, καὶ ἀρχιερεὺς γέγονε, τούτου χάριν καὶ ἡμεῖς τὰ αὐτὰ πεπλουτήκαμεν· ταῦτα δὲ ἔχοντες καὶ ἔθνος ἅγιον γεγόναμεν, καὶ λαὸς εἰς περιποίησιν, τουτέστιν εἰς ἀποχήν· εἰσήλθομεν γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἀγαπητοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσῶσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Πανταχοῦ μετὰ τὸν δογματικὸν τὸν ἠθικὸν εἰσάγει· μετὰ τοίνυν τὸ εἰπεῖν τὰ ὑπάρξαντα ἀγαθὰ διὰ Χριστοῦ, ἐπὶ τὸ δεῖν ὀρθῶς βιοῦν παρακαλεῖ. Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες, εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διὰ τὸ ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς οὑς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία.