Ancient Greek · ~9 min
ΚΕΦ. Ε.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. Ε.
Not analysed yet
Περὶ ὑπακοῆς γυναικῶν, καὶ ὁμονοίας τῆς πρὸς τοὺς ἄνδρας, ἐπὶ σωτηρίᾳ τῇ ἐν πνεύματι εἰς τύπον Σάρρας. Ὁμοίως αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴτινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἣ ἐνδύσεως ἱματίων κόσμος· ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελὲς. Εὐσεβίου. Δύο ταῦτα ταῖς γυναιξὶ παραινεῖ, τό τε τοῖς ἀνδράσιν ὑπακούειν, καὶ καλλωπισμοῦ καὶ περιεργίας ἀλλοτρίας γίνεσθαι· ὡς ὅγε ὁ ἔξωθεν κόσμος οὐδὲ κόσμος ἐστιν, ἀλλὰ περιττότης· κόσμος δὲ ἁρμόδιος γυναικὶ ἡ πρὸς τὸν ἄνδρα ὑπακοή· καὶ ὅτι ἀληθὴς ὁ λόγος ἐκ παραδειγμάτων πιστοῦται ἐκ τῶν ἁγίων γυναίκων, ἐκ τῆς Σάρρας αὐτῆς· ἧς τέκνα αὐτῆς γενέσθαι· ὥσπερ γὰρ οἱ μιμούμενοι τὴν πίστιν τοῦ Ἁβραὰμ, πατέρα τὸν Ἁβραὰμ ἐπιγράφονται, οὕτως αἱ μιμούμεναι τὴν ὑπακοὴν τῆς Σάρρας αὐτῆς θυγάτερας ἀναγράφονται. Οὕτω γὰρ ποτὲ καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι εἰς τὸν Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας, καὶ μάλιστα τὴν Σάρραν· πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάττεσθαι ὡς ἐκείνη τῷ Ἀβραὰμ, ἧς καὶ τέκνα αὐτῆς γεγονέναι φησὶ, διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ, καὶ ἔχων αὐτοῦ τὴν πίστιν, τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ ἀλληγορίαν σκόπει πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας, μεθ’ ἕτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι, ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλὴμ συνᾴδει τοῦτο· “ἐμρλέψατε ἐμβλέψατε εἰς Ἀβρὰμ τὸν πατέρα ὑμῖν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς. οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου, ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῆ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλὴμ, ἃς προετρέψατο γυναῖκας δι’ ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν· εἶτα “τὸ δὲ τέλος” φησὶ, “πάντες ὁμόφρονες, συμπαθεῖς· ἐὰν γὰρ συμπάσχωμεν, οὐ πάσχομεν· ἡ γὰρ ἀγάπη κοινοποιεῖ τὰ πάθη.