Ancient Greek · ~3 min
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. ς.
Not analysed yet
Περὶ τῆς ἀνδρῶν πρὸς γυναικὸς συμπεριφορᾶς. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Σευήου. Ἀνδρος γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμόφρῶν φρῶν ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἣ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἵσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι. Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἣ κοῦφον ἢ εὐπαράφορον, κα ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσευχάς· ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων ἐμπόδιον.