Ancient Greek
ΚΕΦ. Θ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. Θ..1
Not analysed yet
Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας. Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας. Τοῦ Ἁγίου Βασιλείου. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν. Tουτεστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Εκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτῆρ’ ἔλεγεν, “ἐρεῖ πρῶτον τοῖς “ἐκ δεξιῶν.” Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι- ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται. Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι. Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτιστῇ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιια. Οὐδεμίαν θλῖψιν ἔχων οὐδὲ ἱδρῶτα ὑπὲρ ἀρετῆς. Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός.