Ancient Greek · ~12 min
ΚΕΦ. Ι.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. Ι..1
Not analysed yet
Παραίνεσις πρεσβυτέρων περὶ ἐπισκοπῆς τοῦ ποιμνίου. Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Τοῦ Χρυσοστόμου. Φησὶ γὰρ ὁ Χριστὸς, “ὁ θέλων ἐν “ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν “οὗτος ὑψωθήσεται.” τί λέγεις ; ἐὰν ταπεινώσω ἐμαυτὸν r, τότε ὑψηλὸς ἔσομαι ; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. Περ κοινῆς s πάντων πρὸς ἕκαστον ταπεινοφροσύνης εἰς νίκην τὴν κατὰ τοῦ διαβόλου. Ὁμοίως δὲ οἱ νεώτεροι ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφρο- συνῆν ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καίρῳ. Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὸ “ὐψωσει, ἀλλ’ ἐν καίρῳ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. Κυβερνήτην ἔχετέ, φησι, καὶ ἡνίοχον· καὶ τὰ κατ’ αὐτοὺς τῆς προνοίας ἐκείνης ἐξαρτήσατε· οὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι. Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ἰστέον δὲ ὅτι τοῖς νοητῶς ὑπνοῦν εἰωθόσι τὸ χαλεπὸν ἀληθῶς ἐπιπηδᾷ θηρίον· καὶ τοῦτο διδάσκει λέγων ὁ Χρίστου μαθητὴς, “νήψατε, γρηγορήσατε,” καὶ τὰ ἑξῆς. Καλῶς ὁ Ἰουστῖνος εἶπεν, “ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου πα- “ρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς οὕτω βλασφημῆσαι τὸν “ἄνθρωπον, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάγνωσιν ἣ κατάκρι- “σιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι· μετὰ δὲ “τὴν παρουσίαν τοῦ Κηίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν Ἀπο- “στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, “κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα- “νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ- “πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα- “κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι “αὐτὸν ἀποκαλεῖ t, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ “παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς “νομοθέτας, ἀλλ’ οὐχ ἑαυτούς· διὰ τοῦτο ὡς λέων περιπατεῖ “ὠρυόμενος πάντας φιλονεικῶν ἑλκύσαι πρὸς τὴν ἰδίαν ἀπώ- “λείαν. ”Σευήρου. Ἐντεῦθεν ἐμανθάνομεν καὶ τοῦ ἀνταγωνιστοῦ τὸ θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον πλέξας δωρήσηται.