Ancient Greek · ~5 min
ΚΕΦ. ΙΑ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΚΕΦ. ΙΑ.
Not analysed yet
Εὐχὴ ὑπὲρ τελειώσεως τῶν πιστευσόντων. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. Ὅρα πῶς τὴν αὐτὴν ἀρχὴν καὶ τέλος πεποίηται ἐκεῖ, τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐλεήσαντα ἡμᾶς φήσας, πάλιν ἐνταῦθα αὐτὸν τὸν Πατέρα καλέσαντα ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ αὐτοῖς πανταχοῦ σκοπὸς κηρύξαι τὸ μυστήριον, εἰ καὶ τοῦ βίου ἡμῶν φροντίζοντες παραινετικὸν, καὶ ἡμῖν συμφέροντα συναίρουσι λόγον. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἢν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Βαβυλῶνα οὖν τροπικώτερον τὴν Ῥώμην ὀνομάζει· συνεκλεκτὴν δὲ τὴν ἐν αὐτῇ τῇ Ῥώμῃ συστᾶσαν Χριστοῦ Ἐκκλησίαν· Μάρκον δὲ τὸν εὐαγγελιστὴν λέγει, ὃν καὶ υἱὸν ἐν Χριστῷ ἀποκαλεῖ· ᾧ καὶ ἐπέτρεψε γράψαι τὸ Εὐαγγέλιον. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. ἀμήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τίθεις τὴν εἰρήνην. Τέλος τῆς πρώτης ἐπιστολῆς καθολικῆς Πέτρου.