Ancient Greek
ΚΕΦ. Δ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri II ΚΕΦ. Δ..1
Not analysed yet
Ἐπανάληψις περὶ κακίας ἀνθρώπων αἱρετικῶν. Ὅτι αἰφνιδίως ἥξει Χριστὸς ἐπὶ συντελείᾳ τοῦδε τοῦ αἰῶνος· ὥστε δεῖν εὐτρεπίζεσθαι πόαν ἀρετῇ. Ταύτην ἤδη, ἀγαπητοὶ, δευτέραν ὑμῖν γράφω ἐπιστολὴν, λὴν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν· μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ἡμῶν ἐντολῆς, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ i οἱ ἐμπαῖκται, κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας πορευόμενοι καὶ λέγοντες, Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ’ ἀρχῆς κτίσεως. Ὅτι χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι, Παῦλός φησιν, ὁ τῶν θείων μυστηρίων ἱερουργός. καὶ τοῖς μὲν ἐν ἀγνοίᾳ ταύτης διαμαρτάνουσι τάχα μέν τις δοίη συγγνώμην· τοῖς δὲ ἅπαξ τὴν ἀλήθειαν ἐπεγνωκόσι, καὶ εἰς τοὐπίσω πάλιν δρομήσασι συγγνώμης οὐδεὶς ἀπολείπεται λόγος. Κατὰ τῶν ἀνοσίων Λαμπετιανῶν ἤτοι Εὐχιτῶν ἢ Ὀφιανῶν· πολυώνυμος γὰρ ἡ πλάνη, ἐπεὶ καὶ πολύμορφος. τὸ “οἱ νῦν “οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν ”ὁμοιοῦται τοῖς κατὰ τὸν κατακλυσμὸν συμβεβηκόσι· φησὶ γὰρ, ὡς διὰ τῶν πάλαι οὐρανῶν καὶ τῆς γῆς ἀπώλετο κατακλυσθεὶς ὁ τότε κόσμος, οὕτως ἀναστοιχειουμένων εἰς πυρ’ τῶν οὐράνων καὶ τῆς γῆς, οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ ἄρδην ἀπωλοῦνται· καὶ τουτέστι τὸ τῆς ὁμοιότητος, τὸ ἅμα αὐτοὺς ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολωλόσιν· “ὡς γὰρ ἐν ταῖς ἡμέραις “Νῶε,’’ φησὶν ὁ Κύριος, “ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο· “ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ “κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, κατὰ ταῦτα ἔσται ἡ παρουσία “τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ἐπὶ πλεῖον δὲ συναγορεύων ὅτι οὕτως ἔσται, φησιν ἐλεύσεσθαι τὴν τῆς κρίσεως ἡμέραν λανθάνουσαν οἷα κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέτως οἱ οὐρανοὶ παρελεύσονται, τῶν στοιχείων ἐκτηκομένων πρὸς τοῦ ἐπενεχθέντος πυρός. μεθ’ οὓς οὐρανοὺς ῥυζηδὸν παρεληλυθότας καὶ καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ ἐπαγγέλματα τοῦ Θεοῦ τὴν οἴκησιν ἴσχει. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἐκπάλαι, καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶν ἐν πυρὶ τηρούμενοι, εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν βῶν ἀνθρώπων. Εὐσεβίου. “Κατ’ ἀρχὰς, σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας, “καὶ ἔργα τῶν χειρῶν ὅου εἰσὶν οἱ οὐρανοὶ,’’ φησὶν ὁ ψαλμῳδός· εἰ μὲν γὰρ μὴ σὺ ἦσθά, φησι, κατ’ ἀρχὰς, ὦ Κύριε, ὁ τὴν γῆν ἐθεμελίωσας, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἃν καὶ ἀτελεύτητα· νῦν δὲ ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι καὶ μὴ πρότερον ὄντα σῇ βουλῇ καὶ δυνάμει γέγονεν· ἓν γάρ ἐστι μένον ἀεὶ καὶ οὔ ποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ, ὁ μόνος τῶν ὅλων ποιητής. Ωσπερ γὰρ πάλαι, φησὶ, διὰ τῶν οὐρανῶν καὶ τῆς γῆς κατακλυσθεὶς ὁ κόσμος· οὕτως ἀναστοιχειουμένων τῶν οὐρανῶν καὶ τῆς γῆς διὰ πυρὸς, ὁμοίως πάλιν οἱ ἀσεβεῖς ἀπολοῦνται. Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς ἀγαπητοὶ, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὡς τινὲς βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενος τινὰς ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετανοιαν χώρησαι. Ὅμοιον τὸ παρὰ τῷ θεσπεσίῳ Δαβὶδ εἰρημένον ἐν τῷ ’πι ψαλμῷ “ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ “ἐχθὲς, ἥτις διῆλθε καὶ φυλακὴ κ ἐν νυκτί.’ πρὸς ταῦτα οὖν εἰρήκασιν οἱ ἐξηγηταὶ οὕτως. Εὐσεβίου Πρεσβυτέρου. Λέγει δὲ ὅτι σμικρά τις ἐστὶ καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή. σὺ δὲ τῷ ἀιδίῳ καὶ αἰωνίῳ. καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρείκασται, μᾶλλον δὲ μικρῷ μορίῳ νυκτός· φυλακὴν δὲ νυκτερινὴν τὸ τεταρτημόριον ἐκάλεσε τῆς νυκτός· τετραχῇ γὰρ οἱ ταύτην φυλάττειν πεπιστευμένοι διαιροῦνται· τετάρτῃ γὰρ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἱεροὺς Ἀποστόλους ἀφίκετο. εἰ δὲ περὶ χιλίων ἐτῶν οὕτως εἴρηκε, δηλονότι βίος ἀνθρώπου διάστημα ἔσται τὸ λεπτότατον, καὶ ὥσπερ ἀμέριστον, εἰ ἡμέρα Κυρίου ὡς χίλια ἔτη· οὐδεὶς δὲ τῶν ἀνθρώπων γέγονε χιλίων ἐτῶν, οὐδεὶς ἄρα τῶν ἀνθρώπων ὅλην τὴν ἡμέραν ἔγνω τὴν τοῦ Κυρίου. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἶς ἤκμασε μὲν ταῦτα, παρῆλθεν “ὡς ἡ ἡμέρα ἡ χθὲς, ἥτις διῆλθεν. Ἀθανασίου Ἀλεξανδρείασ. Χίλια ἔτη τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ’ ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν· ἀπὸ γὰρ Σολομῶνος. τοῦ τὸν οἶκον Κυρίου ἐγείραντος, μέχρι τῆς πολιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν, εἰς τοῦτον συντείνει ἔτη χίλια. ἀλλὰ ταῦτά, φησι, τὰ χίλια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν μόριον νυκτός· εἰκότως νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος καιρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώπων ὄντων· διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης. Καὶ πάλιν —ὅτι χίλια ἔτη ἀντὶ τοῦ, πάντα σοι εὐχερῆ καὶ εὔκολα· τουτέστιν, ὅτε οὐ προσδοκῶμεν. οὕτω γὰρ καὶ ὁ Κύριος εἶπεν, “ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, “ἠγρύπνησεν ἄν’ καὶ τὸ “περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς “οἶδεν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾧ ἃν ὁ Πατὴρ ἀποκαλύψῃ.” Ἥξει δὲ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, ἐν ἧ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις ; προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, Εὐσεβίου. Πᾶν’ γὰρ σῶμα χρόνοις καὶ μακροῖς αἰῶσι παλαιοῦται, ὡς ἱμάτιον παλαιωθέντα· παλαιωθέντα δὲ, αὖθις ἀνακαινωθήσεται τῇ σῇ πάλιν ἐνθέω βουλῆ. Οὐχ ὡς ἀπολλυμένων λέγει τῶν οὐρανῶν· ἀλλ’ ὡς ἀναστοιχειουμένων εἰς κρείττονα λῆξιν· ὥσπερ γὰρ τὰ σώματα τὰ ἡμέτερα λυόμενα οὐκ εἰς τὸ μηδαμῶς εἶναι χωρεῖ, ἀλλ’ ἀνακαινίζεται εἰς ἀφθαρσίαν, καθὼς εἶπεν ἡ θεῖα γραφὴ, οὕτω καὶ τὰ οὐρανία σώματα διὰ τοῦ δηλουμένου πυρὸς ἀνακαινίζεται, ἐλευθερούμενα καὶ αὐτὰ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, τὰ ὅμοια καὶ ὁ Ἀπόστολος Παῦλος φησίν. Δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τακήσεται. καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. Tουτέστι ἀνακαινισθέντας τοὺς οὐρανοὺς ὀψόμεθα, ὁμοίως δὲ καὶ τὴν γῆν. Οὐ μόνον ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἡ περὶ ἡμᾶς ὁρωμένη κτίσις ἐπὶ τὸ ἄμεινον μεταποιηθήσεται· συμμεθέξουσα τῆς ἡμῶν λαμπρότητος, ἐπείπερ δι’ ἡμᾶς φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπηνέχθη· καὶ ὡς δι’ ἡμᾶς γενομένη ἀκολουθεῖ τῇ ἡμετέρᾳ καταστασει. Σεγήρου. Οὐ γὰρ ἡμεῖς μόνοι διὰ τῆς ἀναστάσεως ἐλίζομεν τὴν εἰς τὸ ἄμεινον μεταποίησιν, ἀλλὰ καὶ ἡ περὶ ἡμᾶς ὁρωμένη κτίσις ἅπασα, κατάλληλον ἕξει τῇ ἡμετέρᾳ δόξῃ μετασχηματισμὸν, καὶ συμμεθέξει τῆς ἐκεῖθεν λαμπρότητος· ὥσπερ γὰρ νῦν τῇ ἐκ τῆς ἁμαρτίας φθορᾷ δουλευσάντων ἡμῶν, καὶ τὰ περὶ ἡμᾶς στοιχεῖα φθοραῖς τισὶν ὑπέζευκται καὶ ἀλλοώσεσιν. ὁρῶμεν γὰρ ἥλιον ἐκλείποντα, σελήνην δὲ φθίνουσαν, ὡς εἶπε φιλοσοφῶν ὁ μέγας Ἰὼβ· οὕτως τότε, τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μελλούσης τοῖς ἡμετέροις σώμασιν ἐπανθεῖν ἐκ τοῦ λειμῶνος τῆς ἀναστάσεως, καὶ ὁ περὶ ἡμᾶς ὁρατὸς οὗτος κόσμος τῇ ἁρμοζούσῃ φαιδρότητι γανωθήσεται· δεικνύντος διὰ τούτου τοῦ καλοῦ δημιουργοῦ καὶ ἐπὶ τὸ κάλλιον μετασκευαστοῦ, ὡς καὶ τὴν ἀρχὴν διὰ τὴν ἡμετέραν δουλείαν τε καὶ διακονίαν τὴν αἰσθητὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· καὶ ἐς ὕστερον δι’ ἡμᾶς πάλιν μεθαρμόσει πρὸς τὴν ἔνδοξον ἐκείνην καὶ ἀγήρω κατάστασιν. Καὶ μετ᾿ ὀλίγα —Ὥσπερ γὰρ οἰκέτης, κάκως μὲν πράττοντος τοῦ δεσπότου, μετέχει τῆς κακοπραγίας· ἐπὶ τὸ ἄμεινον δὲ μεταβάλ- λοντος, εὖ διάκειται καὶ αὐτὸς, οὕτω καὶ ἡ κτίσις ταχθεῖσα δουλεύειν ἡμῖν ἐκοινώνησε τὸ πρὶν τῆς φθορᾶς· εἰς ἀφθαρσίαν δὲ ἐπανελθοῦσι συμμεθέξει πάλιν τῆς ἐκεῖθεν τιμῆς. ὅπερ καὶ ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις γράφων ἔλεγε· “ἡ γὰρ καραδοκία “τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· “τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη· οὐχ ἑκοῦσα, ἀλλὰ διὰ “τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι· ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερω- “θήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν “τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· οἴδαμεν γὰρ ὅτι πᾶσα “ἠ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.’ προσωποποιεῖ τὴν κτίσιν ὁ κῆρυξ τῆς ἀληθείας, ἐναργῶς παραστῆ- σαι βουλόμενος τὸ τοῦ πράγματος μέγεθος. Καὶ μετ’ ὀλίγα —τῇ γὰρ ἁμαρτίᾳ δελεασθέντες ἡμεῖς εἰς ματαίαν ἐξεκυλίσθημεν καὶ ἐφθαρμένην ζωήν. καὶ ὅμως καὶ οὕτως ἔχουσι, καὶ πρὸς πᾶσαν αἰσχρὰν ἐπιθυμίαν ὀκείλασι, καὶ πρὸς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον, ἡ κτίσις ἐδούλευσεν, “οὐχ ἑκοῦσα,” τουτέστιν οὐ κατ’ ἀξίαν, τοῖς γὰρ ἀξίοις ἕλοιτο ἄν τις ἑκουσίως δουλεύειν· τὸ γὰρ ὑποτετάχθαι τοῖς ἀναξίοις ὡς ἐπὶ τὸ πλεῖστον ἀκούσιον “ἀλλὰ διὰ τὸν ὑποτάξαντα, τῷ ὑπερβάλλοντι τῆς χρηστότητος, καὶ τῷ περιόντι τῆς ἀγαθότητος. Διὸ, ἀγαπητοὶ, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνη, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε. Ωσπερ τὰ ἀγαθὰ ἐν οἷς τὴν ἀρχὴν ἐκτίσθημεν, οἷον, οὐρανὸς, γῆ, θάλασσα, ἀστέρες, ὅσα ἡμῖν ὁ Θεὸς πρὸς ἀπόλαυσιν ἔδωκε κοινῇ πάσης τῆς ἀνθρωπότητος, οὕτω καὶ ἡ τοῦ Κυρίου δωρεὰ δι’ τ’ οὐρανὸν καῖνον καὶ γῆν καινὴν καὶ πάσαν κτίσιν καινὴν ἔχουσά τε καὶ καταγγέλλουσα, ὅλης ἡμῶν κοινὴ τῆς φύσεως γέγονεν, οὐκ ἐπὶ τὸν Ἰσραὴλ μόνον· ὑψώθη γὰρ ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, διὰ τοῦ σταυροῦ ἑλκύσας ἡμᾶς ἄνω πρὸς ἑαυτὸν. Οὐ τοῖς πιστεύουσιν ὑπέσχετο ; τί δὲ ὑπέσχετο ; τὸ ἥξειν καὶ λαμβάνειν αὐτοὺς, καὶ ἐν ταῖς μοναῖς ταῖς πολλαῖς ταῖς παρὰ τῷ Πατρὶ κατοικήσειν. Καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν. Tοῦτο γὰρ καἰ ἐκεῖνος εἶπε λέγων· “ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ “Θεοῦ εἰς μετάνοιάν σε ἄγει ; Ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφὰς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Κυρίλλου Ἀλεξανδρείασ Δοκεῖ δέ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι “δυσνόητα κατὰ τὴν τῶν ἁγίων Ἀποστόλων φωνήν· ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα οὐκ ἔστιν ἀμφιβάλλειν· λαλεῖ γὰρ ἐν αὐτῷ ὁ Χριστός. Ὑμεῖς οὖν ἀγαπητοὶ, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ· αὐξάνετε δὲ ἐν καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν. Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους· κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρόσταξίς ἐστι πρὸς ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν λέγοντος, “προσέχετε ἀπὸ τῶν ἐρχο- “μένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι “ἅρπαγες.’’ Καὶ πάλιν —“βλέπετε μήτις ὑμᾶς πλανήσῃ· “πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγὼ εἰμὶ “ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι· καὶ ὁ Παῦλος βοᾷ, “βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας τῆς πί- “τῆς εἰς τὸν Κυρίον Ἰησαῦν.” Ὥσπερ οἱ ἀποκτείναντες τοὺς προφήτας καὶ τοὺς Ἀποστόλους, οὕτως οἱ ἀναιροῦντες τοὺς λόγους αὐτῶν δόγμασιν ἀσεβείας καὶ πράξεσι κακίας. πονηρότεροι δὲ οἱ δεύτεροι τῶν προτέρων, ὅτι οὐ μόνον εἰς τοὺς ζῶντας ἁμαρτάνουσιν, ἀλλὰ καὶ εἰς τοὺς σωζομενους. Tέλος σὺν Θεῷ τῆς B Ἐπιστολῆς Πέτρου.