Ancient Greek · ~50 min
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri II ΚΕΦ. Γ..1
Not analysed yet
Πρόρρησις ἀπατηλῆς ἐπαναστάσεως αἱρετικῶν, ἀσεβείας τε αὐτῶν κα μελλούσης κολάσεως. Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ. Ἵνα μὴ ἀκούσαντες προφητικὸν λόγον, ἁπλῶς καὶ ἀδιακρίτως τοῖς ὀνομασθεῖσι πιστεύσωσι· τούτου χάριν φησὶν, ἀσφαλίζεσθε, ἵνα μὴ ἀντὶ τῶν προφητῶν τοῖς ψευδοπροφηταῖς πεισθέντες σφαλῆτε. Ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις. Ἥψατο ἤδη τῆς κατὰ τῶν Νικολαϊτῶν καταδρομῆς· λέγει διττὴν αὐτῶν εἶναι τὴν κακίαν· εἰσὶ δὲ περὶ μὲν δόγμα ἀσεβέστατοι, περὶ δὲ βίον ἀσελγέστατοι. Δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Οἳ γὰρ ἔτι πλανώμενοι, τοιαῦτά τινα ὁρῶντες περὶ τοὺς διδασκάλους τῆς ἀληθείας γινόμενα, ἀγνοοῦντες βλασφημοῦσι τὴν ἀλήθειαν. ὅμοιον δὲ τῷ εἰρημένῳ πρὸς Ἰουδαίους· “δι’ ὑμᾶς τὸ “ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.’’ Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται. Τουτέστι διὰ κέρδος· ἡ γὰρ πλεονεξία ποτὲ μὲν τὴν ἀδικίαν, ποτὲ δὲ τὸ κέρδος δηλοῖ· ὅθεν οἰκείως καὶ τὸ “ἐμπορεύσονται” προσέθηκεν· ἀλλοτριῶν δὲ αὐτοὺς παντελῶς τῆς θείας διδασκαλίας, “πλαστοῖς λόγοις” εἶπεν αὐτοὺς χρωμένους. Οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει. Ἀλλ᾿ ἕξουσί, φησι, τῆς ἀσεβείας τὰ ὀψώνια, θάνατον· τὸ δὲ ἔκπαλαι τῆς προγνώσεως τοῦ Θεοῦ ἐστὶ σημαντικόν. ὥσπερ γὰρ προειδὼς τοὺς ἀγαθοὺς, ἡτοίμασεν αὐτοῖς τὰ ἐν οὐρανοῖς ἀγαθά· οὕτω καὶ τοὺς πονηροὺς προγινώσκων, κατάλληλον αὐτοῖς ἡτοίμασε τόπον. Εἰ γὰρ ὁ Θεὸς Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο. Κυρίλλου Ἐκ Τοῦ Εἰσ Τὸν Προφήτην Μιχαίαν ὑπομνήματοσ ‘Ρητὰ Προκίμενα, “Καὶ Αἱ Κοιλάδεσ Τακήσονται “Ὼσ Κηρὸσ Ἀπὸ Προσώπου Πυρὸσ Καὶ ὡσεὶ ὕδωρ καταφερό- “ΜΕΝΟΝ.” Κοιλάδες ἡ τῶν δαιμόνων ἀγέλη καὶ πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη· ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γοῦν τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ παρεκάλουν αὐτὸν, ἵνα μὴ συντάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλ- μένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα καταπεφρίκασιν. Σημείωσον περὶ Ἀγγέλων, ὅτι καὶ Ἄγγελοι ἁμαρτήσαντες κολάζονται. Ὅτε ἦλθεν ἐξ οὐρανῶν ὁ Χριστὸς, τοὺς μάλιστα τῶν δαιμόνων ἀρχικωτάτους κατέκλεισεν εἰς τὴν ἄβυσσον· καὶ τοῦτο δῆλον ἐκ τοῦ παρακαλεῖν τὰ πνεύματα, ἵνα μὴ βληθῶσιν εἰς τὴν ἄβυσσον· τοὺς μὲν οὖν δήσας, τοὺς δὲ κελεύσας διώκεσθαι, ἐκ τοῦ εἰπεῖν, “ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων.” “δαι- “μονία γὰρ ἐκβάλλετε,” φησιν. ἐν τῷ τῆς συντελείας ἐπὶ μείζονα τιμωρίαν οὓς ἀπέκλεισε πρώην ἐξάγει, ἐκβάλλων αὐτοὺς εἰς τὸ πυρ’ τὸ αιωνιον. Ἡσυχίου Πρεσβυτέρου Ἐκ Τῆσ ἑρμηνείασ τῶν Φαλμῶν Ρητὸν Προκείμενον, “Ἔλεοσ Καὶ ἁλήθειαν αὑτοῦ τίσ “Ἐκζητήσει;” τίς γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν δύναται ἣ τίς λογιστεῦσαι τὴν ἀλήθειαν δύναται ; ἀπὸ μὲν γὰρ τῆς ἀληθείας “Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, διὰ δὲ τὴν φιλανθρωπίαν πόρνας καὶ τελώνας εἰς τὴν βασιλειᾶν εἰσήγαγε. Ἀπολειξις τοῦ πάντως τοὺς ἀσεβεῖς κολασθήσεσθαι· ἐπεξιὼν δὲ τοῖς ὑποδείγμασι καὶ τὰ περὶ Σοδόμων λέγει διὰ τοῦτο τεθῆναι, ἵνα εἰς αὐτά τις ὁρῶν μὴ ἀσεβῇ, εἰδὼς ὡς πάντως τὰ ὅμοια διαπραττόμενος τῆς ἴσης μεταλάβοι κολάσεως. συμπλέκει δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν Λὼτ, διδάσκων ὡς ἐξὸν, μὴ κοινωνοῦν τὰ τοῖς πονηροῖς, ἔξω γενέσθαι τῆς ὁμοίας αὐτῶν τιμωρίας. Ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε. Φίλωνος. Ἑτέρως γὰρ ἄνθρωποι δοκιμάζουσι τοὺς βίους, καὶ ἑτέρως τὸ θεῖον· οἱ μὲν ἐκ τῶν φανερῶν, οἱ δὲ ἐκ τῶν κατὰ ψυχὴν ἀοράτων λογισμῶν. Κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας. Τοῦ Ἁγίου Ἐἀραίμ b. Δεινὸς Δεινὸς γὰρ ὄλεθρος κατεῖχε τὸν βίον κομπαζόντων c, πορνευόντων, παροινούντων εἰς τὴν εὐσέβειαν· οὐκ ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις· ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἔχοντες, καὶ ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες· ἐπὶ εἴκοσι φόνοις ἀνδρῶν γυνὴ περιεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε. καὶ γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ καύχημα, ἀλλ’ ἐν τῇ πολυανδρίᾳ· οὕτω καὶ αὗται ἐξεμάνησαν· οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. τοὺς ἔχοντας ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ λειτουργήσωσι· προέκοπτεν ἐν αὐταῖς τὸ πάθος εἰς ἀκρασίαν· ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μίξιν τὴν ἄτιμον. οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σὴθ, υἱὸς Ἀλὰμ, υἱὸς Θεοῦ. καὶ τὸν Τσραὴλ υἱὸν πρωτότοκον ὠνόμασεν. Καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθει- κώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο. Τοῦ Χρυσοστόμου. Βούλει τὴν αἰτίαν μαθεῖν δι’ ἣν τότε ταῦτα ἐγένετο ; ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον· πλὴν ἀλλ’ ἐν παισὶν ἐπεμένοντο οἱ τότε· καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν. οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν. Σευήρου Ἐκ Τῆσ Πρὸσ Λεόντιον Χαρυοτλάριον ἑπιστολῆσ. Πεπεῖσθαι χρὴ σαφῶς ὡς καὶ ὁ ἐπὶ τούτοις στεναγμὸς καὶ τὸ συναλγεῖν τοῖς πάσχουσι μέγιστον φέρει παρὰ Θεοῦ τὸν μισθὸν, καὶ τὴν πρὸς αὐτὸν οἰκείωσιν προξενεῖ. καὶ τοσοῦτον, ὡς καὶ πανδήμου πολλάκις ὀργῆς ἐπαιωρημένης ἐξαιρεῖσθαι τοὺς τῇ λύπῃ συντετριμμένους καὶ συμπαθεῖς τὴν διάνοιαν· ὅθεν γέγραφέ τι τοιοῦτον ὁ τῶν Ἀποστόλων πρωτοστάτης καὶ ἔγκριτος Πέτρος περὶ τοῦ Λὼτ ῥυσθέντος ἀπὸ τῆς Σοδόμων καταστροφῆς· “βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς, καὶ τὰ ἑξῆς. Μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίαις μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες· ὅπου Ἄγγελοι ἰσχύι· καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ’ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν. Ἀπὸ τῶν ὑποδειγμάτων εὐφυῶς εἰς τὴν παροῦσαν ἦλθεν ὑπόθεσιν· αὕτη δέ ἐστιν ἡ τῶν Σιμωνιανῶν, τῶν ἀσελεγείαν τῇ ἀσεβείᾳ μιξάντων. Οὗτοι δὲ, ὡς ἄλογα ζῷα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῆ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας. Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος μελῳδὸς “ἄνθρωπος, φησὶν, “ἐν τιμῇ ὣν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, “καὶ ὡμοιώθη αὐτοῖς. ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα ὥσπερ ἔχοντες, ὀλίγα κομιδῆ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν. Πρὸ, τῷ ἀσεβεῖν φησὶ, καὶ τὸν βίον ἅπαντα κατεφθαρμένον ἔδειξεν. Ἕθος τῇ θείᾳ γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν. τοῦτο δὲ ποιεῖ, ἵνα ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν κινημάτων τῶν ἀνθρώπων. καὶ οὕτως ἢ φαῦλος ἣ δίκαιος ὁ τούτων δείκνυται τρόπος. ἐπὶ μὲν οὖν τῶν φαύλων ἐὰν παραγγελῇ, “μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι “σύνεσις,” ἢ καὶ ὅταν μεμφόμενος τοὺς οὕτω γενομένους λέγῃ· “ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς “ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. καὶ πάλιν, “ἵπποι θηλυμανεῖς “ἐγενήθησαν.” καὶ ὁ Σωτῆρ’ τὸν Ἡρώδην “ἀλώπεκα καλεῖ· καὶ τοῖς μαθηταῖς παρήγγειλεν· “ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς “πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ “ἀκέραιοι ὡς αἱ περιστεραί. “ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις η περιστεραὶ, οὐ γὰρ οὕτως ἧμας αὐτὸς πεποίηκε διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις, ἀλλ’ ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ’ αὐτοῦ. καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτῆρ’, “γίνεσθε οἰκτιρμόνες, ὡς ὁ Πατὴρ ὑμῶν d ὁ ἐν τοῖς οὐρανοῖς. καὶ “ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν d ὁ οὐράνιος τέλειός “ἐστι.” ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γενώμεθα πάλιν ὡς ὁ Πατὴρ, γίνεσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας καὶ ἐκ τοῦ μὴ ὄντος γινομένους· ἀλλ’ ὥσπερ οὐχ ἵνα γενώμεθα κτήνη παραγγέλλει, “μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος· ἵνα μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς ἔλεγε, “γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ’ ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι’ ἀνθρώπους, ἀλλὰ δι’ αὐτὸν ποιῶμεν· ὥστε παρ’ αὐτοῦ καὶ μὴ παρὰ ἀνθρώπων τὸν μισθὸν ἔχειν. ὥσπερ γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει καὶ ἀληθινοῦ καὶ μονογενοῦς, γενόμεθα e καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν τοῦ καλέσαντος· σαντος· καὶ ἄνθρωποι τυγχάνοντες θεοὶ Χρηματίζομεν f, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς ἢ ὁ τούτου Λόγος· ἀλλ’ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐ δὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρημα τὸ εὐεργετεῖν ἀλλὰ τοῦ Θεοῦ. ἵνα δὲ αὐτὰ τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς κατὰ χάριν γινόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιώκωμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐεργεσίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πὼς αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως· ὅτι παρ’ αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφὴν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν. Ἐπειδὰν ἀπατήσωσι, φησὶ, καὶ δυνηθῶσιν ἀσελγεῖν τοὺς συνόντας καὶ τὰς συνούσας, παρασκευάσει τὸ πρᾶγμα ἀναπληροῦντας ἑαυτῶν τὴν ἀσέλγειαν. Συνευωχούμενοι ὑμῖν, ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας· δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίαις ἔχοντες. Οὐ δι’ ἀγάπην καὶ τὸ μεταλαβεῖν ἁλῶν φησὶ, συνευωχοῦνται ὑμῖν, ἀλλὰ διὰ τὸ καιρὸν εὑρίσκειν τῆς πρὸς γυναῖκας ἀπάτης ἐπιτήδειον· ὅμοιον δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτῶν εἴρηκεν· “οἱ “παρεισδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια “σεσωρευμένα ἁμαρτίαις. Κατάρας τέκνα, καταλιπόντες εὐθεῖαν ὁδὸν, ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν. Ὥστε καὶ ἐντεῦθεν ἔγνωμεν, ὅτι διὰ τὸ φιλάργυρον αὐτοῦ πάθος ὁ Βαλαὰμ, ὅπερ διὰ τῆς μανιώδους μαντείας ἔτρεφεν, ἅπαξ κωλυθεὶς ὑπὸ τοῦ Θεοῦ. τὸ δὲ δεύτερον φιλονείκως πορευθῆναι πρὸς τὸν Βαλὰκ κατηπείγετο, καὶ τῷ φόβῳ μόνον τῷ τοῦ Θεοῦ παιδευθεὶς, καὶ τοῖς δείμασι τοῖς ἐπιστᾶσιν αὐτῷ κατὰ τὴν ὁδὸν τὸ ῥῆμα τῆς εὐλογίας οὐ παρεποίησεν· ὅπερ τῆς τοῦ Θεοῦ δυνάμεως ἦν, οὐ τῆς ἐκείνου μοχθηρᾶς προαιρέσεως· οὐ δὲ τῆς γλώττης αὐτοῦ τῆς ἐντραφείσης τῇ διακονίᾳ τοῦ ψεύδους. Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. Ἐν τῆ βίβλῳ τῶν Ἀριθμῶν ἐμφέρεται, καὶ φησὶν, “ἤνοιξεν “ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ εἶπε τῷ Βαλαὰμ, Τί πεποίηκά “σοι, ὅτι πέπαικάς με τοῦτο τρίτον; ”καὶ τὰ ἑξῆς. πρὸς ταῦτα οὖν οἱ ἐξηγηταί φασιν, “ἡ ὄνος τοῦ Βαλαὰμ κατακρίνει αὐτὸν, ὅτι “ὑπήκουσε τῷ Ἀγγέλῳ καὶ ὑπεχώρησεν, αὐτὸς δὲ ἀκούσας τοῦ “Θεοῦ, οὐ πορεύσῃ οὐδὲ ἀρόσῃ τὸν λαὸν, οὐχ ὑπήκουσε τῇ βουλῇ. “ὅθεν καὶ διδάσκαλος αὐτοῦ γίνεται ἡ ὄνος, καὶ κριθεῖσα πρὸς “αὐτὸν, ἐδικαιώθη ὑπὲρ αὐτόν. Εὐσεβίου Ἐμίσησ. Εἶτε σὺ μὲν ἀπαιτεῖς με φυλάξαι σοι ὑπακοὴν, αὐτὸς δὲ παρακοῦσαι τοῦ Θεοῦ οὐ φοβῇ ; καὶ σὺ μὲν ἀγανακτεῖς ὡς ὑπερορώμενος παρ’ ἐμοῦ· αὐτὸς δὲ παριδὼν τὴν κέλευσιν τοῦ Θεοῦ οὐκ εὐλαβήθης ; διόπερ ὁ Ἀπόστολός φησιν ἐν τῇ Καθολικῇ “ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον “ἤλεγξε τοῦ προφήτου τὴν ἀφροσύνην.” Τοῦ Χρυσοστόμου. Εἰ εἰς ὄνον ἐνήργησε g καὶ εἰς μάτην ἡ τοῦ Θεοῦ χάρις, δι’ οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εύδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ’ ἀνέξεται καὶ τοῦτο δι’ ἡμᾶς. Οὗτοι εἰσὶ πηγαὶ ἄνυδροι. Οὐκ ἔχοντες τὸν ζῶντα τοῦ Πνεύματος λόγον, τὸν χειμάρρουν τῆς τρυφῆς, τὸν ἐπικλύζοντα εἰς δόξαν ἐθνῶν. Καὶ ὀμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Οὐκ εἴσι, φησὶ, διαυγεῖς ὥσπερ οἱ ἅγιοι οἱ ὄντες νεφέλαι, ἀλλ’ ὀμίχλαι, τουτέστι σκότους καὶ γνόφου μεστοί· ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐλαυνόμενοι h. Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις, τοὺς ὄντως ἀποφυγόντας, τοὺς ἐν πλάνῃ ἀναστρεφομένους. Καὶ ματαιότης εἰσὶ τὰ ῥήματα, φησὶ, καὶ ὑπέρογκα· ἵνα μὴ μόνον διὰ τὴν ἀσέβειαν, ἀλλὰ καὶ διὰ τὸ μέγεθος τῆς ἀσεβείας κολάζωνται. Ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τὴν ἀπὸ τῆς πλάνης ἐλευθερίαν δηλονότι, διὰ τοῦτο γὰρ καὶ προετάξατο τοὺς ἐν πλάνῃ ἀναστρεφομένους. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κοσμοῦ, ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης ἁγίας ἐντολῆς. συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ, ὗς λουσαμένη, μένη, εἰς κύλισμα βορβόρου. Δείκνυσι διὰ τούτων, ὡς οὐκ ἐλευθεροῦσι τῆς πλάνης τοὺς πειθομένους αὐτοῖς· ἀλλ’ εἰς χείρονα πλάνην ἕλκουσι· τὰ ἔσχατα δὲ χείρονα τῶν πρώτων λέγει, καθὸ ποτὲ μὲν ἐν ἀγνοίᾳ διάγοντες καιρὸν εἶχον ἐπιστροφῆς· νῦν δὲ ἐν τῇ δοκούσῃ γνώσει ἁμαρτά- νοντες, ποῖον ἔτι σωτηρίας εὕρωσι καῖρον ;