Ancient Greek · ~5 min
ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ B. ΥΠΟΘΕΣΙΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri II ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ B. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ΕΠΕΙΔΗ καὶ ταύτην πάλιν ὁ αὐτὸς Πέτρος ἐπιστέλλει τοῖς ἤδη πιστεύσασιν· ἔστι δὲ ἡ Ἐπιστολὴ ὑπόμνησις τῶν πρώτων· εἰδὼς γὰρ ταχεῖαν αὐτοῦ ἔσεσθαι τὴν ἀνάλυσιν τοῦ σώματος, ἐσπούδασε πάντας ὑπομνῆσαι περὶ ὧν κατηχήθησαν τὴν διδασκαλίαν· καὶ πρῶτον μὲν περὶ τῆς πίστεως ἐξηγεῖται· δεικνὺς ἀπὸ τῶν προφητῶν αὐτὴν εὐηγγελίσθαι· καὶ ὅτι αἱ προφητείαι, αἱ περὶ τοῦ Σωτῆρος, οὐκ εἰσὶν ἀνθρώπιναι, ἀλλὰ παρὰ Θεοῦ ἐλαλήθησαν. ἔπειτα παραγγέλλει μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων Ἀγγέλων γέγονε· προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι ἐν αἷς ἐμπαίκται περιπατήσουσι καὶ θελήσουσιν ἀπατᾶν τινὰς, λέγοντες μάτην λέγεσθαι παρ’ ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος διὰ τὸ ἀεὶ λέγεσθαι, καὶ μήπω παραγεγενῆσθαι. ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπέχεσθαι παραγγέλλει, διδάσκων μὴ ὀλιγωρεῖν ἐν τοῖς χρόνοις· πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου· διὰ τὸ καὶ μίαν ἡμέραν ὡς χίλια ἔτη εἶναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν· ἔσεσθαι δὲ καὶ ταχέως τὴν ἡμέραν Κυρίου διαβεβαιοῦται καὶ ἀποδείκνυσιν, καὶ ἐντέλλεται ἑτοίμους τὲ εἶναι εἰς αὐτὴν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾶν τὰ ὑπὸ τοῦ Ἀποστόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς διαβάλλουσιν αὐτὰ, διὰ τὸ καὶ πάσας τὰς θείας γραφὰς διαβάλλειν αὐτούς. ὑπομνήσας οὖν καὶ διατάξας πάντας προειδέναι τὰ πράγματα, παραινεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.