Ancient Greek
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri II ΚΕΦ. Α..1
Not analysed yet
Περὶ κλήσεως τῆς ἐν πίστει βεβαιουμένης, ἔργοις τοῖς τῆς ἀρετῆς, καὶ ἐλπίδος τῶν μελλόντων ἀγαθῶν. Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἐξ ἀρχῆς ἀνίστησι τὰς ψυχὰς τῶν πιστευσάντων, εἰς τὸ ἶσον αὐτοὺς τοῖς ἀποστόλοις ἀναφέρων χάρισμα. Ἴση γὰρ ἡ χάρις ἡ τοῦ θείου βαπτίσματος. Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τοῦ Χρυσοστόμου. Οὐδὲν γὰρ ταύτης ἶσον· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν αἰτοῦντες τὸν Ἄγγελον τῆς εἰρήνης· καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς Ἐκκλησίαις, εἰρήνην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι· καὶ ἁπαξαπλῶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, “εἰρήνη ὑμῖν·” διατί ; ὅτι αὕτη μήτηρ πάντων ἐστι τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. διὰ τοῦτο καὶ ο Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς Ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ σύμβολον τῶν ἀγαθῶν· “εἰσερχόμενοι “γάρ,’’ φησιν, “εἰς τὰς οἰκίας λέγετε εἰρήνη ὑμῖν· ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, “εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξη καὶ ἀρετῇ· δι’ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Διὰ μακροῦ μὲν ἀποδίδωσιν· ἔστι δὲ ἡ διάνοια αὕτη· ὡς μυρία λαβόντες ἀγαθὰ διὰ τῆς ἐπιφανείας Χριστοῦ, δι’ ὧν δυνάμεθα a καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, καὶ πρὸς ζωὴν καὶ εὐσέβειαν γενέσθαι· ὀφείλομεν οὖν πολιτεύεσθαι οὕτως ὡς ἐπιχορηγεῖν τῇ πίστει τὴν ἀρετὴν, καὶ διὰ τῆς ἀρετῆς ὁδῷ βαδίζειν τὴν κατ’ εὐσέβειαν προκοπὴν, ἕως ἂν εἰς τὸ τέλειον τῶν ἀγαθῶν ἔλθωμεν, ὅπερ ἐστὶν ἡ ἀγάπη. Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῆ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῆ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῆ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῆ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. Τοῦ Χρυσοστόμου. ταῦτα ποῖα, ἢ τὰ προειρημένα· ἀρετὴ, γνῶσις, ἐγκράτεια, ὑπομονὴ, εὐσέβεια, φιλαδελφία, ἀγάπη, ἅτινα ἡμῖν οὐ μόνον παρεῖναι δεῖ ἀλλὰ καὶ πλεονάζειν· εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία· τίς δὲ ἡ ἐξ αὐτῶν ὠφελεία, ἣ τὸ παρρησίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ; λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρίναι ζῶντας καὶ νεκρούς· μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παρρησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος. Ὦι γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων. Τοῦ Χρυσοστόμου. Ταῦτ᾿ οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν τῶν βιωτικῶν· ἂν δὲ τὰ μὲν ποιῶμεν, τὰ δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα· τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου ἀλλὰ διὰ ῥαθυμίας ; ἃν μὴ διὰ ῥαθυμίας ἀλλ’ ἀνανδρείας διαφθαρῶμεν ; ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. Καὶ ἐκ τοῦ ἐναντίου διεγείρει ἡμᾶς ἐπὶ τὸ ἐργάζεσθαι πάντα τὰ προειρημένα καλά. Λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων. Δέον γὰρ, εἰδότα ὡς καθαρισθεὶς καὶ ἁγιότητος μετέλαβε, νήφειν, ἵνα διὰ παντὸς τηρῇ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.