Ancient Greek
ΚΕΦ. Γ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Γ..1
Not analysed yet
Περὶ Συμεών. Περιετμήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπειδὴ γέγονεν ὑπὸ νόμον, καθὼς φησὶν ὁ Ἀπόστολος, “γεννώμενον ἐκ “γυναικὸς, γενόμενον ὑπὸ νόμον.” γέγονε δὲ τοῦτο δύο πραγμάτων ἕνεκεν, τῷ τε ἐξαγοράσαι διὰ τῆς πληρώσεως τοῦ νόμου τοὺς ὑπευθύνους τῆς παραβάσεως τοῦ νόμου, καὶ τῷ διὰ τῆς πρὸς πάντα ὑπακοῆς, τὴν τοῦ Ἀδὰμ ἐξιάσασθαι παρακοὴν, ὡς λέγει ὁ Ἀπόστολος. ὅτι “ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου “ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς “τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοὶ,” τουτέστιν οἱ πιστεύσαντες τῷ Χριστῷ καὶ Θεῷ. τῆς οὖν θεοπνεύστου γραφῆς λεγούσης κατὰ ἀλήθειαν περιτμηθῆναι τὸν Χριστὸν, τίς ἐστιν ὁ τολμῶν λέγειν, ὡς οὐχ ὑπέμεινε τὴν περιτομὴν, ὅπερ ἀρνεῖσθαι βούλονται μετὰ τῶν ἄλλων οἱ τὴν φαντασίαν πρεσβεύοντες· ἡμεῖς δὲ τοὺς περὶ τοῦ περιτμηθέντος αὐτοῦ μορίου, λέγω δὴ τῆς ἀκροβυστίας, πολυπραγμονοῦντας τὸ τι ἐγίνετο, ὡς τὰ ἀνέφικτα καὶ ἄδηλα πολυπραγμονοῦντας ἀποκρουσώμεθα· οὐδὲ γὰρ γέγραπταί τι περὶ τούτου. εἰ δὲ καὶ εἴποιμεν ὅτι ὥσπερ τὸ ἄχραντον αὐτοῦ αἷμα μετὰ τοῦ ὕδατος ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἡγίασε τὴν γῆν στάξαν ἐν αὐτῇ, οὕτω καὶ ἡ περιτμηθεῖσα ἀκροβυστία τῆς γῆς ψαύσασα, ταύτην ἡγίασεν, οὐκ ἃν ἁμάρτοιμεν. πάντως δὲ καὶ οἷς οἶδε λόγοις ὁ ἑκουσίως περιτμηθεὶς ἐφύλαξε τὸ περιτμηθέν· ὅπως καὶ κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, καὶ κατὰ τοῦτο ἀνελλειπῶς ἔχων αὐτὸ ἀναστῇ πλήρης ὑπὸ Χριστοῦ, καὶ ἄφθαρτος ὅλῳ τῷ σώματι· καὶ γὰρ ἡμεῖς ἐν τῇ ἀναστάσει τὸ σῶμα τὸ ἡμέτερον πλῆρες ἀποληψόμεθα. Ἐν τῷ εἰπεῖν τὸν Εὐαγγελιστὴν, “καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ “Ἰησοῦς,” ὅπερ ἐστὶ σωτηρία λαοῦ, “τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέ- “λοῦ πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.” πῶς τολμῶσι λέγειν τινὲς, ὅτι εὐθέως σὺν τῷ εἰπεῖν τὸν Ἄγγελον “χαῖρε “κεχαριτωμένη” συνελήφθη, θαυμάζειν χρή. “Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς.” καλῶς ἐπήγαγε “κατὰ τὸν νόμον·” κατὰ γὰρ τὴν ἀλήθειαν οὐκ εἶχεν ἀνάγκην ἡ παναγία θεοτόκος περιμένειν ἡμέρας καθαρισμοῦ, αἵτινες ἦσαν τεσσαράκοντα ἐπὶ ἄρσενι τεχθέντι· εἴρηται γὰρ ἐν τῷ νόμῳ “γυνή,” φησὶν, “ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκει ἄρ- “σεν, (??)ἡμέρας ἔσται ἀκάθαρτος.” ἡ δὲ πανάμωμος οὐ σπερματισθεῖσα, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου συλλαβοῦσα ἐξέφυγε τοῦ εἶναι, καὶ κατ’ αὐτὸν τὸν νόμον, καὶ τὴν κεκρυμμένην αὐτοῦ σημασίαν, καὶ ἀκάθαρτος. Τὸ δὲ περὶ τοῦ Συμεὼν εἰρημένον ὅτι ἦν “προσδεχόμενος “παράκλησιν τοῦ Ἰσραὴλ,” τοῦτό ἐστι πότε διὰ τοῦ Χριστοῦ παράκλησιν εὕροι ὁ Ἰσραὴλ, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερίαν εὑρίσκων ἐκ τῆς τῶν Ῥωμαίων διοικήσεως, καὶ ἐκ τῆς ὑπὸ ἀλλοφύλου βασιλείας Ἡρώδου. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. ἱερῷ ὁ Χριστὸς, βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον. ὁ δέ γε μακάριος Συμεὼν προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος ηὐλόγησε Θεὸν λέγων, “νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,” καὶ τὰ ἑξῆς· προητοίμαστο γὰρ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς. Τί τοῦτο δὲ “νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσοιτα;” περὶ τῆς ἐν σαρκὶ ζωῆς εἶπε. “Κατὰ δὲ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, διὰ τὸν χρησμὸν ὃν εἰληφὼς ἦν. Ἐπειδὴ δὲ ἐν σκότῳ καὶ ἀγνωσίᾳ ὑπῆρχε τὰ ἔθνη δαίμοσι λατρεύοντα, φῶς δὲ αὐτοῖς ὁ Χριστὸς γέγονεν, ἀποκαλύψας τὸν ὄντως ἀληθῆ Θεὸν ἑαυτόν τε καὶ τὸν Πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα, διὰ τοῦτό φησι “φῶς εἰς ἀποκά- “λυψιν ἐθνῶν.” Γέγονε δὲ καὶ “δόξα τοῦ Ἰσραὴλ” ὁ Χριστὸς, καὶ κατ’ αὐτὸ μὲν τὸ ἐξ αὐτῶν ἀνατεῖλαι τὸ κατὰ σάρκα, ἐδόξασε δὲ καὶ πολλοὺς ἐξ αὐτῶν διὰ τῆς εἰς αὐτὸν πίστεως. Κυρίλλου Ἀλεξανδρείασ. Γέγονε φῶς τοῖς ἐν σκότει καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικὴν, κέκληται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ· εἰ γὰρ καὶ γεγόνασι τινὲς ὑβρισταὶ ἐξ αὐτῶν καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ’ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Τὸ δὲ “εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον πολλῶν ἐν “τῷ Ἰσραὴλ” ἡγοῦμαι, οὐκ ἄλλων πιπτόντων, καὶ ἄλλων ἀνισταμένων, οὐδὲ γὰρ τοῖς μὲν τοῦ πίπτειν ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι· οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτὲ ἦσαν καταπίπτουσι δηλονότι· οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος, ἀλλ’ οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετανοίας πίπτει καὶ ἀποθνήσκει ἐξ αὐτῆς· καὶ λοιπὸν ζῆ τῇ δικαιοσύνῃ καὶ ἀνίσταται τῇ εἰς Χριστὸν πίστει· πιπτέτω γὰρ τὰ χείρονα, ἵνα ἀναστῇ τὰ βελτίονα· ἐὰν γὰρ μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει· οὕτως οὖν ἐστι τὸ “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.” “Εἰς δὲ σημεῖον ἀντιλεγόμενον.” Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ θείᾳ γραφῇ τὸν ζωοποιὸν σταυρόν. ἔθηκε γάρ, φησι, Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ. ἐπεὶ οὑν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου· οἱ μὲν ἀνειληφέναι αὐτὸν σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ τοῦ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοικὸν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ τῆς παρθένου καὶ ἀχράντου Μάριας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον. “Ῥομφαίαν” δὲ λέγει τὸν λόγον τὸν πειραστικὸν τῶν ευθυμησεων. Ἄλλωσ. “Ῥομφαίαν” δέ φησι τὴν ἐπὶ τῷ σταυρῷ θλῖψιν τῆς παναγίας θεοτόκου, οἰομένην μὴ δεῖν αὐτὸν τοιαῦτα πάσχειν· τὸ γὰρ αὖθις ἀναστήσεσθαι αὐτὸν, ὡς ὑπέρογκον τέως ἠπιστεῖτο. Ἄλλωσ. Προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μάριας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευτῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται τις περὶ τὴν σὴν ψυχὴν σάλος. Τὸ δὲ “ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλο- “γισμοὶ,” αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς μαθηταῖς, καὶ αὐτῇ τῇ παναγίᾳ παρθένῳ ταχεία τις ἴασις ἐπακολουθεῖ παρὰ τοῦ Κυρίου. βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ’ αὐτὸν πίστιν. οὕτως γὰρ εἴδομεν καὶ Πέτρον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον, τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ. Ἄλλωσ. Τὸ δὲ “ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν “διαλογισμοὶ” τοῦτό ἐστιν, ἵνα πάντων οἱ διαλογισμοὶ δῆλοι καὶ σαφεῖς τοῖς ἀνθρώποις γένωνται· τίς μὲν ὁ ἀγαπῶν αὐτὸν, καὶ μέχρι θανάτου τὴν εἰς αὐτὸν ἀγάπην ἐνδεικνύμενος· τίς δὲ ὁ ἐπίπλαστὸν ἔχων τὴν εἰς αὐτὸν πίστιν, σκανδάλου πληρωθεὶς διὰ τὸν σταυρόν· τίς τε ὁ προδιδοὺς καὶ ἐπιμένων τῷ τε σταυρῷ καὶ τῷ θανάτω αὐτοῦ.