Ancient Greek
ΚΕΦ. Δ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Δ..1
Not analysed yet
Περὶ Ἄννης τῆς προφήτιδος. Ἡ δὲ προφῆτις Ἄννα ἡ τοσαύτης ἀξιωθεῖσα μαρτυρίας ὑπὸ τοῦ Εὐαγγελιστοῦ, ἀνθωμολογεῖτο τῷ Θεῷ, τουτέστιν ηὐχαρίστει τὴν σωτηρίαν ὁρῶσα, τοῦ τε κόσμου, τοῦ τε Ἰσραὴλ ἐπιστᾶσαν. Ελάλει δὲ περὶ αὐτοῦ, ὅτι αὐτὸς εἴη ὁ λυτρωτὴς, αὐτὸς εἴη ὁ Σωτῆρ’, οὗτος ἡμῖν εἰς χαρὰν περιτρέψει τὴν κατήφειαν. “Ὑπέστρεψαν δὲ εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν “Ναζαρὲτ,” ἐπειδὴ εἰ καὶ ἡ Βηθλεὲμ ἦν αὐτῶν πόλις, ἀλλὰ καὶ τὴν Ναζαρὲτ πόλιν ἑαυτῶν ἐπεγράφοντο, ὡς ἐκεῖ τὴν οἴκησιν αὐτῶν πηξάμενοι. Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δή μοι τῆς οἰκονομίας τὸ βάθος, ἀνθρώπινον ὑπομένει τόκον· καί τοι τὸ ἄναρχον ἐν χρόνῳ θεικῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος, ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας αὐτὸς ὢν ἡ πᾶσα σοφία. καὶ πρὸς τοῦτο φαμὲν, ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον, ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεικῶς ἐν τῷ λέγεσθαι λαβεῖν, οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὣν ὁ Λόγος· τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον ἐκ τοῦ Θεοῦ Πατρὸς φύντα Λόγον. Γέγονε δὲ σὰρξ, ἤγουν ἄνθρωπος καθ’ ἡμᾶς· τίκτεται ἐκ γυναικὸς κατὰ σάρκα τὰ ἀνθρώπινα ὑπομεμενηκώς. ἦν μὲν γὰρ ἱκανὸς ὁ Θεὸς ὣν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου καὶ ἐκ μητρὸς αὐτῆς τὴν ἰδίαν ἀναβιβάσας σάρκα. ἀλλ’ οὐκ ἦν μακρὸν τερατοποιήσας τὸ δρώμενον. Ἐπεὶ δὲ οὐκ ἄσαρκος ἀλλὰ σεσαρκωμένος εἰσαγαγὼν τὸν Θεὸν Λόγος, ὁ Εὐαγγελιστὴς ἔφη, “ηὔξανε καὶ ἐκραταιοῦτο,” καὶ τὰ ἑξῆς. διὰ τοῦτο περὶ τὸν κατὰ σάρκα χρὴ νοεῖν ταῦτα· σωματικῶς γὰρ ηὔξανε καὶ ἐκραταιοῦτο, τῶν μελῶν συναδρυνομένων τῇ αὐξήσει. Ἐπληροῦτο δὲ σοφίας καὶ χάριτος, οὐκ ἐν τῷ προλαμβάνειν· ἀεὶ γὰρ τὸ πλῆρες εἶχεν ὡς Θεὸς, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντο κατὰ βραχὺ τῆς σοφίας καὶ τῆς χάριτος τὴν ἔκφανσιν. Ἐπερωτᾷ δὲ τοὺς διδασκάλους ὁ Κύριος τὰ τοῦ νόμου πάντως, καὶ τὰ νομικὰ πα. ραγγέλματα. καὶ ᾔδει μὲν ἡ παναγία Θεοτόκος μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων νομιζόντων ἐκ πορνείας αὐτὸν γεγενῆσθαι, φησὶ πρὸς αὐτὸν, ὅτι “ἰδοὺ ὁ πατὴρ “σοῦ κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.” Τοῦ Ἁγιοῦ Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν ὁ Εὐαγγελιστὴς, ὅτι “προέκοπτε σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώ- “ποις,” δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ παρθένῳ, ἑορτῆς εἰς τοῦτο καλούσης, εἶτά φησιν, ἀπομεῖναι μὲν αὐτὸν, ἐγκαταλειφθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντα δὲ καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενος ὑπὸ πάντων ἐπὶ ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα, διὰ τοῦ γινώσκεσθαι πολλοῖς, ὅτι τοιοῦτός ἐστι. Ὠριγένουσ. Ὁ μακάριος Λουκᾶς ὅσα φῶς ἡμῖν ὅτι παρθένου υἱὸς ὁ Σωτῆρ’ ἦν, οὐκ ἐξ ἀνδρός. Πρὸς τι οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως ; Ἁπλούστερον μὲν λέγοιτο ἃν, ὅτι εἰ ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ Ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτό; εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν, ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ· ἔδοξε δὲ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ μὴ γεννήσαντα τὸν Σωτῆρα. ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη Ἰωσὴφ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἆρα δὲ ὅτι ἀπόλωλεν ὡς παῖς, κατεζήτουν, ἣ ὅτι πεπλάνηται ; ἄπαγε. οὔτε γὰρ τῆς πανσόφου θεοτόκου Μάριας ἦν τοῦτο, τῆς μυρίας δεξαμένης περὶ αὐτοῦ θείας ἀποκαλύψεις, οὐδὲ τοῦ Ἰωσήφ· ἀλλ’ ὥσπερ ἐάν τις ζητῇ γραφὴν, ὀδυνωμένως αὐτὴν ζητεῖ, οὐχ ὥσπερ πλανημένην οὐδὲ ὡς ἐσφαλμένην, ἀλλ’ ὡς ἔχουσαν μὲν τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπως δὲ πεφανερωμένην, οὕτω κἀκεῖνοι ἐζήτουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μήπως ἀπέστη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς· ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείας ἅπτεται ἀποκρίσεως, παρεμφαίνων ὅτι Θεὸς εἴη σεσαρκωμένος. Ἐπειδὴ γὰρ ἡ παρθένος καὶ θεοτόκος τὸν ἐπικληθέντα αὐτοῦ πατέρα Ἰωσὴφ ἔλεγεν αὐτοῦ πατέρα, αὐτός φησιν, ὅτι ἐμὸς πατὴρ, οὐχ ὁ Ἰωσὴφ, ἀλλ’ ὁ Θεὸς, ὅτι ὁ τοῦ ναοῦ δεσπότης· εἰς τὸν ναὸν γὰρ τοῦ Θεοῦ ὣν, ἔφη, “οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με ”οὐ συνῆκαν δὲ τὸ ῥῆμα οἱ περὶ τὴν ἁγίαν θεοτόκον, ὃ ἐλάλησεν αὐτοῖς ὁ Κύριος, ἐπειδὴ οὐκ ἦν ἀνθρωπίνης διανοίας τὸ οὕτω λεπτὸν συνιδεῖν μυστήριον. Διὰ τοῦτο δὲ “ἦν ὑποτασσόμενος αὐτοῖς,” παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς ἑαυτῶν γονεῖς καὶ ὑποτάσσεσθαι αὐτοῖς. Διετήρει δὲ ἡ μήτηρ αὐτοῦ ἡ παναγία παρθένος καὶ θεοτό- κος, ποῖα ῥήματα ; ὅσα ὁ Ἄγγελος εἶπεν, ὅσα οἱ ποιμένες, ὅσα Συμεὼν καὶ ἡ Ἄννα, καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα πη αὐτοῦ, πλὴν συνῆκεν ἡ παναγία θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ αὐτῶν. οὐδὲ γὰρ ὡς παιδίου ἤκουσε δωδεκαετοῦς, ἀλλ’ ἐτήρει τὰ ῥήματα ὡς τελείου. Πάλιν πρὸς τὴν αὔξησιν τοῦ σώματος προκοπὴν λέγει ὁ Εὐαγγελιστὴς, τουτέστι ὅτι καὶ ὁ Ἰησοῦς προέκοπτεν, ὥσπερ ὁ πολλοῖς ἐν γνώσει κατὰ προσθήκην γενόμενος τῆς περὶ αὐτοῦ θεοπρεποῦς ὑπολήψεως, ἣν σὺν εὐδοκίᾳ τοῦ Πατρὸς ἐπεδείκνυτο, συμπροσόντων τῶν χρόνων τῆς ἡλικίας, τὴν ἔλλαμψιν τῆς θεότητος.