Ancient Greek
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Η.
Not analysed yet
Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον. Καὶ Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου. Ἐπειδὴ δὲ οἱ Ἰουδαῖοι οὐδὲν ἕτερον ἐνόμιζον εἶναι τὸν Χριστὸν, πλὴν ὅτι κἀς ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφητῶν παρελθεῖν εἰς μέσον. Διὰ τοῦτο ἵνα μείζονα τὴν περὶ αὐτοῦ δόξαν καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἀναβαίνει μέτρον· οὐδὲ γὰρ εἴρηκέ ποτε τάδε λογικῶς a, ἀλλ’ ὥστε νομικῶς τὰ ὑπὲρ νόμου ἐλάλει, καὶ μετ’ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Εὐφήμει δὲ αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον λέγον, “οἶδά σε, “τίςεἶ, “τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραηλ,” ὑπονοῶν διὰ τῆς τὸ κενοῦν δόξης αὐτὸν ἐραστὴν ἀποτελεῖν, καὶ ἀποσχέσθαι παρασκευάζει τοῦ ἐπιπλήττειν αὐτῷ τε καὶ τοῖς ὁμοίοις αὐτοῦ, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας, Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ μᾶλλον τὴν ἀκάθαρτον αὐτοῦ γλῶτταν ὁ Κύριος, καὶ προστάσσει τοῦ ἔχοντος αὐτὸν ἀποφοιτᾷν. Τίτου Βοστρῶν. Ἄρα διὰ τί ἔρριψεν αὐτόν; διὰ τι δὲ ὁ Κύριος συνεχώρησεν; ἐπειδὴ γὰρ ἐλάλει ὡς νήφων καὶ ἐφθέγγετο ὡς καθεστηκὼς, διὰ τὸ τὰ ῥήματα εἶναι τοῦ δαίμονος, ἡ δὲ γλῶττα τοῦ ἀνθρώπου, καὶ ἐνόμιζον οἱ ἄνθρωποι ὅτι οὐχ ὡς ἐν δαιμονίῳ πονηρῷ ἐφθέγγετο, ἀλλ’ ἐκ τῆς καρδίας αὐτοῦ ἐλάλει, συνεχώ- ρησεν αὐτῷ ῥίψαι τὸν ἄνδρα, ἵνα δῆλον γένηται, ὅτι τὸ δαιμόνιον ἐστὶ τὸ λαλῆσαν. Ἐχ ἀνεπιγράφου. Ἐκβάλλουσιν αὐτὸν, καθ’ τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως τῆς ἐπουρανίου, τὸν Χριστὸν μὴ δεξάμενοι. Ἵνα δὲ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προσελθεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα. Διεξίει γὰρ διὰ μέσου αὐτῶν, οὐδὲν ὅσον εἰπεῖν τινα θέμενος τῆς ἐπιβουλῆς αὐτῶν.