Ancient Greek
ΚΕΦ. ΙΔ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΙΔ.
Not analysed yet
Περὶ τοῦ Λευἶ. Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν. Τοῦ αὐτοῦ. Τελένης ἦν ὁ Λευΐ b, ἀνὴρ ἄπληστος εἰς φιλοκερδίαν, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν προσηκόντων αὐτῷ ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ, “ἀκολούθει μοι.” ὁ δὲ πάντα ἀφεὶς ἠκολούθησεν αὐτῷ. Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, “ὅτι Χριστὸς “ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι.” ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς ἑαυτόν; καὶ σέσωσται μὲν ὁ Λευΐ c, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐποίησε τὰς ἐλπίδας· ὅτι γὰρ σώζει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα· πιστεύσεται δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων d, “ἐπιστράφητε πρός με “καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.” Ἀλλ’ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται μετάνοιαν, ἀλλ’ οἱον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον, καὶ οὐκ ἀκούουσι λέγοντος τοῦ Σωτῆρος, “οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.” Τοῦ αὐτοῦ. Ὁ γὰρ τῶν ὅλων Σωτῆρ’, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος τοῖς οὔπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο· ἴδωμεν δὲ, ὦ Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀτροπίαν, ὁποίων σοι γέγονεν αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρύς· αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν. Ἔφη γὰρ οὕτω· “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς “Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης· ἀλλ’ ὁ μὲν Φαρισαῖος στὰς “προσηύχετο λέγων, Ὁ Θεὸς, εὐχαριστῶ σοι,” καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν ἐν σαββάτῳ δευτεροπρώτῳ, ὁ ἅγιος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτω λέγει, “ὅτι δευ- “τερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον “δὲ τῶν ἀζύμων.” Εἰ δὲ σάββατον εἴρηται, μὴ θαυμάσῃς, σάββατον πᾶσαν ἑορτὴν καλοῦσι, καὶ διὰ τοῦτο εἴρηται σάββατα σαββάτων. Κυρίλλου Ἀλεξανδρείασ. ταῦτα πεπραχὼς ὁ Δαβὶδ παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ’ ὑμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης· οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, “κρῖμα “δίκαιον κρίνετε,” καὶ “οὐ λήψῃ πρόσωπον ἐν κρίσει, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; καὶ εἰς δεῦρο θαυμάζοντες ὡς ἅγιον καὶ προφήτην τὸν μακάριον Δαυίδ· καίτοι τὴν Μωῦσέως ἐντολὴν οὐ τετηρήκατε. Τίτου ἐπισκόπου Βοστρῶν. Οὐδεὶς καλεῖται υἱὸς ἀλλ’ Ἰησοῦς μόνον ἑαυτὸν οὕτω καλεῖ· ἐπειδὴ Υἱὸς ὣν Θεοῦ, παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους κληθῆναι· ἑαυτὸν οὖν καὶ κύριον τοῦ σαββάτου, ὡς δημιουργὸν καὶ ποιητὴν καὶ νομοθέτην τοῦ σαββάτου ἐκάλεσεν.