Ancient Greek
ΚΕΦ. ΙΕ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΙΕ.
Not analysed yet
Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Τίτου ἐπισκόπου Βοστρῶν. Σοφωτάτη λίαν ἡ πεῦσις, ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις· εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν σαββάτῳ καὶ τὸ κωλῦον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τὰς κατὰ Χριστοῦ συκοφαντίας, τὰς ἀφορμὰς, καὶ τῇ σαυτοῦ κεφαλῇ καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Ἰησοῦν· ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβὶδ, “καὶ “συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς “μισοῦντας αὐτὸν τροπώσομεν. “Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν σαββάτῳ, κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχήν· γέγονε τοῦ νομοθέτου κατήγορος, διαβέβληκεν ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. ἀλλ’ οὐχ ἑαυτῷ, φησιν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον· ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα· καλῶς ἔφης ἐπαινῶν τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ θεῖον ἐλεύθερον· πῶς οὖν αἰτιᾷ καὶ ἐν σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; ὅταν δὲ καὶ τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον, πολυπραγμονεῖν μέλλομεν, ἐλεημοσύνης ἕνεκα παρὰ Θεοῦ διωρισμένον εὑρήσωμεν. Ἐκέλευσε γὰρ ἀργεῖν ἐν σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γὰρ, “ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου.” ὁ δὲ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν—