Ancient Greek
ΚΕΦ. ΙΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΙΘ.
Not analysed yet
Περὶ τοῦ υἱοῦ τῆς Χήρας. Τίνος ἕνεκεν μετὰ τὸ ἰάσασθαι τὸν δοῦλον τοῦ ἑκατοντάρχου, μὴ καλούμενος ὑπό τινος ἐπὶ νεκροῦ ἀνάστασιν πορεύεται ὁ πάντα εἰδὼς, καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἀνέχων; “καὶ” γάρ φησιν, “ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ἀλλ’ οἰκονομικώτατα δρῶν, ἵνα μὴ λέγωσί τινες ὅτι οὐ παντελῶς ἔμελλε τελευτᾷν ὁ τοῦ ἑκατοντάρχου παῖς· κἂν εἰ τοῦτο γέγραφεν ὁ Εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος, βουλόμενος τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξαι γλῶτταν. Διὰ τοῦτο ὑπήντησε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ ἐκκομιζομένῳ τεθνεῶτι, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, καὶ τὸν νεανίσκον ἀνίστησιν ὁ παντοδύναμος λόγῳ τε καὶ ἁφῇ. Διὰ τί δὲ οὐ λόγῳ μόνῳ ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; ἵνα μάθωμεν ὅτι τὸ σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σῶμα ζωῆς ἐστι, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική. “Ἀνεκάθισε” γὰρ, φησὶν, “ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν,” μὴ κατὰ φαντασίαν δόξη τισὶν ἐγηγέρθαι· καὶ γὰρ ἀληθοῦς ἀναστάσεως ὑπῆρχον ταῦτα σημεῖα· ἄψυχον γὰρ σῶμα οὔτε ἀνακα θίσαι οὔτε λαλῆσαι δύναται· ὅθεν “καὶ ἔδωκεν αὐτὸν,” φησὶ, “τῇ μητρὶ αὐτοῦ· Καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, Ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Μέγα δὲ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λόγῳ, μικρὸν γὰρ ὕστερον οὐδὲ γὰρ προφήτην, οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτὸν, ἀλλὰ τὸν τοῦ θανάτου καταλύτην θανάτῳ παραδιδόασιν, οὐκ εἰδότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ’ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο.