Ancient Greek
ΚΕΦ. ΙΗ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΙΗ.
Not analysed yet
Περὶ τοῦ Ἑκατοντάρχου. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν. Ανήρ τις ἐπεικὴς καὶ τῇ τῶν ἠθῶν χρηστότητι διαπρέπων, καὶ στρατιωτῶν ἡγούμενος τοῖς οἰκοῦσι τὴν Καπαρναοὺμ, συνέστιος ἦν· τούτου συνέβη τινὰ τῶν γνησίων οἰκετῶν ἀρρωστίᾳ περιπεσεῖν, καὶ ὡς ἐν ἐσχάταις ὁρᾶσθαι λοιπὸν ἐκπνοαῖς. Καὶ ἤκουσε, φησὶ, τὰ περὶ τοῦ Ἰησοῦ· εἶτα πέμπει πρὸς αὐτὸν, ὡς παρὰ Θεοῦ δηλονότι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τε καὶ δύναμιν ἐξαιτῶν· ἠξίου γὰρ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττεσθαι τὸν ἐσχάτῃ νόσῳ κατειλημμένον. Δηλώσαντος δὲ τοῦ Εὐαγγελιστοῦ περὶ τῶν ἀπεσταλμένων πρὸς τὸν Κύριον ὑπὸ τοῦ ἑκατοντάρχου, οὐκ ἀργῶς καὶ ὡς ἔτυχε χρὴ σκοπεῖν ἡμᾶς καὶ ἐν τούτῳ τὴν τοῦ Κυρίου θαυματουργίαν, ἐλέγχοντος τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, διὰ τῶν Ἰουδαίων αὐτῶν λέγων “παραγενόμενοι” γὰρ, φησὶ, “πρὸς τὸν Ἰησοῦν, παρεκά- “λουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν, ᾧτ’ παρέξει “τούτῳ.” οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν παραιτούμενοι αὐτὸν ἐνδείκνυσθαι τοῖς πιστεύουσιν ἐθνικοῖς, ὅτι Θεός ἐστιν ἀληθῶς. τίνος γάρ ἐστιν ἄλλου τὸ ῥύεσθαι ἐκ θανάτου; ὅθεν εἰκότως ἐξώσθησαν μὲν οὗτοι οἱ ἀγνώμονες· εἰ ἐκλήθη δὲ καὶ προσεδέχθη τὰ ἔθνη, ἑτοιμοτέραν ἐσχηκότα τὴν καρδίαν εἰς τὸ πιστεύειν ἐπὶ τὸν Κύριοι κἂν τὰ μάλιστα πρότερον ἦσαν ἐν ἁμαρτίαις πολλαῖς, διὰ τὴν τοῦ Θεοῦ ἀγνωσίαν, κατὰ τὸ “ἐπληθύνθησαν αἱ ἀσθένειαι “αὐτῶν,” καὶ τὰ ἑξῆς. πάλιν τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὐσσου e.