Ancient Greek
ΚΕΦ. Ις.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ις.
Not analysed yet
Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς. Εἰπὼν ὁ Εὐαγγελιστὴς “ὅτι ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις, “ἐξῆλθεν ὁ Ἰησοῦς προσεύξασθαι εἰς τὸ ὄρος,” καὶ τὰ ἑξῆς. Εδειξε διὰ τούτου, καθὼς ὁ ἅγιος Κύριλλός φησιν, ὅτι πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο ὁ Χριστὸς, καὶ πνευματικῆς πολιτείας τρόπον τινὰ τὸ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινὴν ἤθελεν ἀποφαίνειν προσκυνητικὴν, καὶ ὅτι τὰς πρὸς Θεὸν ἱκετείας λάθρα καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος προσήκει ποιεῖν. τοῦτο γὰρ δηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν, καθὼς καὶ έδιδαξεν ἡμᾶς, εἰπὼν, “σὺ δὲ, ὅταν προσεύχῃ, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλοδόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ τοῦτο δρᾷν, οὐκ ἁψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτόνως δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.