Ancient Greek
ΚΕΦ. Ι.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ι.
Not analysed yet
Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δέ μοι πάλιν, τὴν ὠφέλειαν ἡ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφὴ, ἐλαύνει γὰρ καὶ ποικίλας νόσους καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύνα. μιν καταστρέφει. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερα- τουργίας, ἵνα τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀρρωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀρρωστημάτων καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Τοῦ ἁγίου Τίτου. Φυγαδεύει νοσήματα, ἀσέβειαν δαίμονας ἀποσοβεῖ, πάντα τὰ κακὰ ἐκβάλλει, εἰσάγει δὲ εἰς τὴν οἰκουμένην τὴν ἀλήθειαν, ἐξουσίαν θεοπρεπῆ.