Ancient Greek
ΚΕΦ. ΚΒ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΒ..1
Not analysed yet
Περὶ τῆς παραβολῆς τοῦ σπείραντος. Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ. Διοδεύων δὲ κατὰ πόλεις καὶ κώμας καὶ κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὁ οὐρανόθεν γενόμενος διδάσκαλος εἰς τὴν γῆν, τοὺς ἐπὶ γῆς εἰς τὴν βασιλείαν ἐκάλει τῶν οὐρανῶν· ἔστι γὰρ καὶ ἡ γῆ αὕτη δημιούργημα, ὅπως οἱ διὰ πλάνην ἀποστάντες τῆς οὐρανίου καταστάσεως τῶν ἐπιγείων καταφρονήσωσιν. Οἱ δὲ δώδεκα ἦσαν σὺν αὐτῷ οὐκ εὐαγγελιζόμενοι, ἀλλὰ μαθητευόμενοι καὶ παιδαγωγούμενοι πρὸς τὸ Εὐαγγέλιον. Διηκόνουν δὲ αὐτοῖς αἱ συνακολουθοῦσαι γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς· οὐ γὰρ σωματικὴν ἀνάπαυσιν παρέχουσιν αὐτοῖς, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντιποιούμεναι καὶ προσαναλίσκουσαι τὰ ὑπάρχοντα εἰς τὴν τῶν δεομένων ἐπίδοσιν, ἵνα κτήσηται τὴν εὐσέβειαν. Περὶ τῆς παραβολῆς τοῦ σπόρου καὶ ἀκολούθως, περὶ τοῦ ἅπτειν λύχνον, καὶ μὴ καλύπτειν αὐτὸν σκεύει, καὶ τοῦτο προτέρως δὲ, καὶ περὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ἤθελον αὐτὸν ἰδεῖν, καὶ περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων καὶ περὶ τοῦ ἔχοντος τὸν λεγεῶνα, καὶ πέρι τῶν Γεργεσηνῶν, καὶ πέρι τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ περὶ τῆς αἱμορροούσης, καὶ περὶ τῆς ἀποστολῆς τῶν δώδεκα, καὶ περὶ Ἡρώδου, καὶ περὶ τῶν πέντε ἄρτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως, ὅτι τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; καὶ περὶ τῆς μεταμορφώσεως καὶ περὶ τοῦ σεληνιαζομένου, καὶ περὶ τῶν διαλογιζομένων τίς μείζων ἐστιν, ὅπερ ἐστὶ κεφάλαιον. Εἰς τὰ μικρὰ, εἰς τὸν ἅγιον λόγον, ἕως ὧδε, προυγράφη εἰς τὸν ἅγιον Ματθαῖον. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὁ οὐρανόθεν παραγενόμενος διδάσκαλος εἰς τὴν γῆν τοὺς ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν εὐαγγελίζεται, ἵνα τὴν γῆν ποιήσῃ οὐρανόν· ἦν γὰρ καὶ ἡ γῆ αὐτοῦ δημιούργημα. Ἐπειδὴ γὰρ διὰ πλάνην ἀπέστη τῆς οὐρανίου καταστάσεως· ἦλθε δὲ καὶ τὴν γῆν κατορθῶσαι εἰς εὐσέβειαν, καὶ συνάψαι τὸ συναμφότερον διὰ μόνην φιλανθρωπίαν. τίς δὲ κηρύσσειν ἔμελλε βασιλείαν Θεοῦ, ἢ ὁ υἱὸς τοῦ Θεοῦ, οὗ ἡ βασιλεία; οὐ γὰρ οἱ κάτω τὰ ἄνω κηρύττομεν, ἀλλ’ ὁ ἄνωθεν τὰ ἄνω ἀπαγγέλλει. Γεγόνασιν οὖν πολλοὶ προφῆται, ἀλλ’ οὐκ ἐκήρυξαν οὐρανῶν βασιλείαν· ὧν γὰρ μὴ ἦσαν θεαταὶ, τὸν λόγον τούτων πὼς ἐδίδουν. Διὰ τοῦτο ἔλεγεν ὁ Ἰωάννης, ὁ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστὶ, καὶ ὃ ἑώρακε μαρτυρεῖ· ἐκήρυξε τοίνυν τὴν βασιλείαν τοῦ Θεοῦ τοῖς ἀπίστοις μὴ φαινομένην, τὴν παρ’ Ἀγγέλοις πολιτευομένην τε καὶ κρατοῦσαν, ἵνα οἱ ἀκούοντες βασιλείαν τοῦ Θεοῦ τῶν ἐπιγείων καταφρονήσωσιν. Οὐ σωματικὴν ἀνάπαυσιν μετεδίωκον, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντεποιεῖτο, προανήλισκον οὖν τὰ ὑπάρχοντα, ἵνα κτήσωνται τὴν εὐσέβειαν. Τοῦ ἁγίου Κυρίλλου. Εἰσκεκόμικε τὸν Κύριον ὁ μακάριος ψαλμῳδὸς Δαβὶδ λέγοντα, “ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα “μοῦ.” Ἄθρει δὴ οὖν ἐς πέρας ἐκβεβηκὸς τὸ παρ’ αὐτοῦ πλείστη μὲν γὰρ πληθὺς συνεγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας. Προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς, ἀλλ’ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις τοῦ μαθεῖν τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς τὸ χρῆσθαι τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἀντέπροαττον δὲ ἀνοσίως τοῖς δι’ αὐτοῦ κηρύγμασιν. καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διψῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι μόνον· παραβολὰς δὲ, σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· εἰκόνες γάρ εἰσι, ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν τε μᾶλλον καὶ πνευματικῶν· ὁ γὰρ ἴδιος a οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι διὰ τῶν ἐν αἰσθήσει, καὶ οἷον ἀπὸ τῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν νοητῶν ἰσχνότητα. ἰδῶμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν τοῦ Σωτῆρος ὁ λόγος, “Ἐξῆλθε,” φησὶν, “ὁ σπείρων τοῦ σπεῖραι,” καὶ τὰ ἑξῆς. Τοῦ ἁγίου Τίτου. “Ἐξῆλθεν·” ἦν γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ πρὸ παντὸς αἰῶνος ὁ συναΐδιος τοῦ Πατρὸς Λόγος. Οὐ γὰρ ὅτι σπείρει, τότε ἔσται μόνον, οὐδ’ ὅτε ἐκ Μάριας γεννᾶται, καὶ “ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.” Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν ἴδιον σπόρον. Διὰ τί τὸν ἴδιον; οὐ γὰρ δανείζεται λόγον, Λόγος Θεοῦ ὑπάρχων τὴν φύσιν. οὐκέτι ἴδιος σπόρος Παύλου, οὐδὲ Ἰωάννου, οὐδὲ ἄλλου τινὸς τῶν Ἀποστόλων ἣ προφητῶν, ἀλλὰ σπόρος μὲν ἦν· οὐκ ἦν δὲ αὐτῶν ἴδιος, ἀλλὰ λαβόντες ἔχουσι· Χριστὸς δὲ ἴδιον ἔχει σπόρον, ἐκ τῆς ίδίας φύσεως τὴν διδασκαλίαν προσφέρων. Ἐὰν γὰρ λέγῃ Παῦλος, “ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισε,” δίδωσι μὲν τῷ Σωτήρι’ τὸ σπείρειν, ἑαυτῷ δὲ τὸ φυτεῦσαι. ὁ γὰρ φυτεύων ἄλλοθεν λαμβάνων, ἀλλαχοῦ μετατίθησιν, ὁ δὲ σπείρων φυτεύει, ἀλλ’ ἐκ τῶν ἰδίων ταμιεύων λαμβάνων σκορπίζει. ἀφθόνως χειρὶ σπείρων ὁ Παῦλος ἔλεγεν· “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος “Χριστοῦ·” ὁ δὲ Σωτῆρ’ “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· “εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς.” Ποῖος δοδάσκαλος; ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. διὰ τοῦτο ἔλεγον οἱ Ἰουδαῖοι, “πῶς γράμματα οὗτος οἶδε μὴ μεμαθηκώς;” Διὰ τοῦτο εἶξπε τὸν ἴδιον σπόρον, ἵνα μάθῃς ὅτι αὐτοῦ τῆς φύσεως ὁ σπόρος· καὶ γὰρ αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεὺς, καὶ ἡμεῖς γεωργοὶ αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ καρποφορία πᾶσα πνευματικὴ, καὶ τοῦτο ἡμῶν διδάσκει λέγων, “χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν “οὐδὲν.” Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ποία τίς ἐστιν ἡ πρόφασις δι’ ἣν ἁρπάζετε τὰ ἐν ταῖς ὁδοῖς; ἰδῶμεν τέως, ὡς ἐν παχέσι πράγμασι τὸ ζητούμενον. σκληρὰ καὶ ἀνήροτος πᾶσά πὼς ἐστιν ὁδὸς διὰ τὸ τὴν ἁπάντων ὑποκεῖσθαι ποσί· καὶ οὐδὲν αὐταῖς ἐγχώνυνται τῶν σπερμάτων· κεῖται δὲ μᾶλλον ἐπιπολαίως, καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον. οὐκ εἰσδύεται γὰρ ἐν αὐτοῖς θεῖόν τε καὶ ἱερὸν νουθέτημα, δι’ οὗ δύνανται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα· οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὲ τῷ Σατανᾷ πεπατημένοι γεγόνασιν ὁδὸς, ἣν οὐκ ἔνεστι ποτε καρπῶν ἁγίων ἐγγενέσθαι τροφὴν, στεῖραν καὶ ἔκγονον b ἔχων τὴν καρδίαν. Ιωάννου Χργσοστόμου. Ταῦτα λέγων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κείμενον, καὶ ἐν μέσῳ τοῦ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μῆ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· γενήσεσθε γὰρ πᾶσι κατάδηλοι. Βίκτωροσ πρεσβυτέρου. Ὅταν γὰρ τοσαύτη ἡ ἀρετὴ ἀδύνατον αὐτὴν λαθεῖν· ὁ ἔχων γὰρ σπουδαίαν προαίρεσιν, λήψεται πνεύματος χάριν καὶ σοφίας καὶ γνώσεως, καὶ ἀξίαν τῶν πόνων τὴν ἀμοιβήν. Τοῦ αὐτοῦ. Τὰ γὰρ ἐκ φύσεως ἡμῖν ἐνόντα ἢ διὰ χάριτος δοθέντα, ἐὰν μὴ διὰ τῆς συνεχοῦς προσοχῆς καὶ σπουδῆς φιλοπόνου φυλάξωμεν, ταῦτα ζημιωθησόμεθα, οὐ μόνον μηδὲν προλαμβάνοντες, ἀλλὰ καὶ προσαπολλύντες καὶ ἃ ἔχειν ἐδόξαμεν. Τίτου Βοστρῶν. Ἐκ τούτου δῆλον ὅτι οὐκ ἦν ὁ Σωτῆρ’ μετὰ τῶν κατὰ σάρκα εὐγενῶν· καταλιπὼν γὰρ τούτους σχολάζει τῇ πατρικῇ διδασκαλίᾳ. Ἐπειδὴ δὲ ποθητὸς ἢ, διὰ τὴν ἀπόλειψιν, καὶ ἐπιθυμητὸς εἰς θέαν διὰ τὴν χρονίαν ἀναχώρησιν, παραγίνεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, οἱ πρόγονοι τοῦ Ἰωσὴφ οἱ κληθέντες ἀδελφοί· οὐκ ἔστι δὲ στεμτὴ (sic) τοῦ Κυρίου ἡ συγγένεια, οὐδὲ ἐν ὀλίγῳ περιγράφεται αὐτοῦ ἡ πρὸς ἀνθρώπους φιλία. Ἠλθε γὰρ ἅπαντα τὸν κόσμον εἰς ἀδελφότητα καλέσαι ἄφθονον, καὶ προλαβὼν ἔλεγε ἐν προφήταις τῷ Πατρὶ, “ἀπαγγελῶ τὸ ὄνομά “σου τοῖς ἀδελφοῖς μου·” ποίοις ἀδελφοῖς ἑρμηνεύει λέγων, “ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·” ὅπου τοίνυν ἐκκλησία Χριστοῦ, ἐκεῖ ἀδελφότης Χριστοῦ. Τοῦ αὐτοῦ. Ὁ λόγος τοῦ Θεοῦ, λόγος ἦν αὐτοῦ, Πατρὸς γὰρ καὶ Υἱοῦ μία διδασκαλία ἐν προφήταις καὶ ἐν Εὐαγγελισταῖς διὰ τῆς ἐνεργίας τὴν τοῦ Ἁγίου Πνεύματος. λέγει δὲ τὸν λόγον τοῦ Θεοῦ, ἵνα τὴν τιμὴν ἀναπέμψῃ πρὸς τὸν Πατέρα. Ὡς γὰρ ἔπρεπε τῷ Πατρὶ γεννῆσαι Υἱὸν, οὕτω πρέπει γεγεννημένῳ τιμᾶν τὸν γεννήσαντα. Μήτηρ μέντοι καὶ ἀδελφοὶ οὗτοι εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες· χρείαν γὰρ ἔχει ἀκοὴ ἐργασιας.