Ancient Greek
ΚΕΦ. ΚΓ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΓ.
Not analysed yet
Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Κυρίλλου Ἀλεξανδρείασ. Διέπλει ὁμοῦ τοῖς ἁγίοις Ἀποστόλοις ὁ Χριστὸς τὴν Τιβεριάδα θάλασσαν, ἤτοι λίμνην· ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον καὶ τὸ τοῦ θανάτου δέος ἐνετίθει ταῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ μετρίως, καίτοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντος ἀπείρατοι. ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων κύριον· δῆλον δὲ ὅτι Χριστὸν διανιστᾶσι λέγοντες, “ἐπιστάτα, σῶον, ἀπολλύμεθα. καὶ καθευδῆσαι γὰρ αὐτὸν ὁ Εὐαγγελιστής φησιν. οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾶν τῷ σκάφει, τὴν παρ’ αὐτοῦ ζητοῦσιν ἐπικουρίαν, ἀλλ’ οἷον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένη- τᾶι τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστᾶσα θάλασσαν καὶ μεθιστᾶσα πρὸς γαλήνην. Τοῦ αὐτοῦ. Ἐνταῦθά μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν. πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι τὸ “σῶσον, ἀπολλύμεθα·” οὐ γὰρ ἐφικτὸν ἀπολεῖσθαι ποτε συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. ἀλλ’ ἐγήγερται παραχρῆμα Χριστὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμάς· καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι’ αὐτῶν ἔδειξε τῶν πραγμάτων, ὅτι Θεός ἐστι. λεγέσθω τοίνυν πη ἡμῶν τὸ ἐν βίβλῳ ψαλμῶν· “σὺ δεσπόζεις “τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς “σὺ καταπραΰνεις.” Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτω καὶ ἡ πίστις ἐν πειρασμοῖς· πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς, δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς εἰς τὸ διενεγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. καὶ τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐδίδασκεν, εἰπὼν, “χωρὶς “ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·” ὡμολόγει δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος λέγων, “ὅτι πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἆρ’ οὖν ὡς οὐκ εἰδότες τὸ “τίς οὗτός ἐστι,” παρηγόρευον ἀλλήλοις; εἶτα πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; ᾔδεσαν γὰρ ὄντα Θεὸν, καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν· καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν, καίτοι καθ’ ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα, λέγουσι τὸ “τίς οὗτός ἐστιν,” ἀντὶ τοῦ πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, “ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τοῖς “ἀνέμοις, καὶ ὑπακούουσιν αὐτῷ·” ἐπιτακτικὸν γὰρ ἦν τὸ ἔργον, δεσποτικὴ ἡ πρόσταξις καὶ οὐκ ἀξίως οἰκητική· μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις, οἷς ἃν ἐπιτάττειν βούλεται Χριστός. ἀμέλει καὶ τὸν τῆς ἐπιτιμῆς τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Ματθαῖος· ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον, “σιώπα. πεφί- “μωσο,” καὶ ἅμα τῷ λόγῳ ἠκολούθησε τὸ πρᾶγμα, καὶ ἡ γινώσκει τὸν ἀπαρχῆς αὐτὴν συναγαγόντα, προστάγματι τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται.