Ancient Greek
ΚΕΦ. ΚΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΘ..1
Not analysed yet
Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐτους. Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ πη ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ; προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται b. φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ- τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς ἀπὸ τοῦ κεχρῖσθαι c παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κάτα τὸ γεγραμμένον· Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται. Κυρίλλου Ἀλεξανδρείασ. Πόλλα κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἃν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορων Ἀγγέλω. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστμεστὸν d τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, c κεχρῆσθαι Cod. d Cod. ἐλεθυρμεστὸν. Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη- “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.