Ancient Greek
ΚΕΦ. ΚΗ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΗ.
Not analysed yet
Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων. Προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, ἀπόλυσον τὸν ὄχλον. Κυρίλλου Ἀλεθανδρείασ. Καὶ τί τὸ “ἀπόλυσόν” ἐστιν, έξετάσωμεν ἀκριβῶς. οἱ μὲν, ὡς ἔφην, τῶν ἑπομένων αὐτῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ “ἀπόλυσον αὐτοὺς” φασὶ, καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Τοῦ αὐτοῦ. “Κατακλίνατε αὐτούς” ἵνα δὲ καὶ ἐπὶ μείζω εἰς ὕψος τὸ πρᾶγμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ. βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἔδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς οἰκονομεικῶς. ἔστω μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογία· ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα· κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας χωρὶς γυναικῶν καὶ παίδων· τοῦτο γὰρ ἕτερός τις τῶν Εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσήνεγκε λόγοις· καὶ οὐ μέχρι τούτου τὸ παράδοξον, ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τι τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ισραὴλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἃν εἴη τῳ πρώτῳ σημείῳ.