Ancient Greek
ΚΕΦ. ΛΒ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΛΒ.
Not analysed yet
Περὶ τῶν διαλογιζομένων τις μείζων. Κυρίλλου Ἀλεξανδρείασ. Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἃν εἴη μείζων αὐτῶν, φειλονεικοῦντος τουτέστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός ; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παραβόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἃν ε-ι’εν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον ; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Ε-ι’τά φησιν, “ὅτι ὃς ἂν δέξηται τὸ παιδίον “τοῦτο ἐπὶ τῷ ὀνόματι μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὕτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”