Ancient Greek
ΚΕΦ. ΛΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΛΘ..1
Not analysed yet
Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Τίτου Βοστρῦν. Βοστρῶν. Κωφὸν καλεῖ, τὸ τὸ μὴ ἀκουσθῆναι λόγον Θεοῦ· δαίμονες γὰρ πονηρότατοι περιελόντες τὸ εὐήκοον τῆς τῶν ἀνθρώπων προαιρέσεως, ἐπήρωσαν ἡμῶν τὴν ἀκοὴν τῆς ψυχῆς· διὰ τοῦτο Χριστὸς παρεγένετο, ἵνα ἐκβάλῃ τὸ δαιμόνιον τὸ κωφὸν, καὶ ἀκούσωμεν λόγον ἀληθείας· οὐδὲ γὰρ ἐκεῖνος ἦν ὁ δαιμονιζόμενος κωφὸς, ἀλλ’ ὁ εἷς ἐτύγχανε δεῖγμα τῶν πάντων· τὸν δὲ ἕνα θεραπεύει, ἵνα καθολικὸν γεῦμα παράσχῃ τῆς οἰκουμενικῆς σωτηρίας, καὶ ὅταν εἷς ἐκ γενετῆς τυΦλὸς σωματικῶς εὐεργετεῖται, πάντες πνευματικῶς εὐαγγελιζόμεθα· καὶ ὅταν εἷς παραλυτικὸς βαδίσῃ, εἷς μὲν διὰ ποδῶν παρ’ ἐλπίδα τρέχει, ὁ δὲ κόσμος ἅμα τῷ ἑνὶ, διὰ τῷ τῆς πίστεως αἰνίγματι τρέχει τὸν δρόμον τῆς ἀληθείας, ἀλλ’ οἱ πονηροὶ μετέθηκαν τὴν εὐεργεσίας εἰς γοητείαν, τῆς ἰδίας ὑποψίας ὄντες αὐτοὶ μαθηταί. Κυρίλλου Ἀλεξανδρείασ. ΚωΦὸν ἐν τούτοις ὠνομάσθαι φαμέν· τούτου καθαρισθέντος, καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν· τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι τε ἦσαν γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται, ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενέμηκαν τὸ n πάντα δύνασθαι κατορθοῦν, δι’ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. Ἀκύλ. ο Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα γνήσιον, ἵστησι δὲ οἴκους, τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτῶ. ἔστησε δ᾿ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπονται τὰ δαιμόνια, οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ, οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις. Συγκροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν· λείπεται τοίνυν ἐννοεῖν, ὅτι δύναμις θεία συντρίβει τὸν Σατανᾶν. Τίτου Βοστρῶν. Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων κατὰ οἱ μακάριοι μαθηταί· οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἔσχηκας ἱν παρὰ Χριστοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ “ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.” Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ ἐν ὀνόματι μου τὸν Βεελζεβοὺλ θριαμβεύουσιν p, ἐπιπλήττοντες αὐτοῦ τοὺς δορυφόρους, καὶ ἀμελλητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς ἔχουσα συμπεπλεγμένον τῷ λέγειν, ἐμὲ δανείζεσθαι δύναμιν, τὴν παράκλησιν τε τοῦ Βεελζεβούλ. κατακριθήσεσθε τοίνυν, φησὶν, ὑπὸ τῆς πίστεως τῶν ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ’ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν, παραλύουσι τὸν Σατανᾶν, καὶ οὐκ ἑκόντες τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Ἐπειδὴ δὲ τοῦτο μὲν οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· δάκτυλον Θεοῦ τὸ‘ Ἄγ’ ἴον Πνεῦμά φησι. Κυρίλλου Ἀλεξανδρείασ. Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, ἵνα πάντας ἐξέλωμεν τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα παρ’ ἐκείνου δηλονότι, συναγάγω εἰς ζωήν. ὁ δέ γε Σατανᾶς μὴ ὣν μετ’ ἐμοῦ ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσι μοι δύναμιν καθ’ ἑαυτοῦ; ἀρ᾿ οὐκ εὔηθες τὸ οἴεσθαι γε τοιοῦτόν τι γεγενῆσθαι; πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις τὸ κατολισθεῖν εἰς τοσαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπὼν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς. Ὠριγένουσ. Τί ἐστι τὸ διέρχεσθαι τὸ πνεῦμα τὸ πονηρὸν “ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκων;” ἄνυδροι τόποι οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δὲ πεπλήρωται ὕδατος θείου, καὶ οὐκέτι παρέχουσαν ἀνάπαυσιν αὐτοῖς· ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον τοῦ ἐξ Ἰσραὴλ, καὶ ὡς εὗρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδὲν, ἀλλ’ ἐρήμους ὄντας καὶ σχολάζοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. τοῦτο γὰρ φαίνεται δηλοῦν, “ἑπτὰ λέγων ἕτερα πνεύματα μετ’ αὐτοῦ,” καθάπερ εἴωθεν ἐπὶ πλήθους ὀνομάζειν ἡ θεία γραφὴ τὸν τοσοῦτον ἀριθμῷ, ἐπειδὰν λέγῃ, “ὅτι “στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.” οὐδὲ γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον ὁποῖον ἔσχον ἐν Αἰγύπτῳ, τοιοῦτον ἔχουσιν οἱ εἰς τὸν Υἱὸν μου ἀπιστήσαντες· πεπλήρωται καὶ ἄλλων πονηρῶν, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν πάσχουσιν, ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπέκτειναν, ὅθεν ἐστερήθησαν τῆς ζωῆς· καὶ οὐκέτι λέγει ἐν αὐτοῖς προφήτης, τάδε λέγει Κύριος, οὐκ ἔστι σημεῖον ἐν αὐτοῖς, οὐκέτι πέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ Θεοῦ. μεταβέβηκε γὰρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐνθῶν, τοῦτον Ἰησοῦ λόγον εἰρηκότος, “ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ “δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.”