Ancient Greek
ΚΕΦ. ΛΗ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΛΗ.
Not analysed yet
Περὶ προσευχῆς. Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φίλει. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πὼς εὑρίσκεται τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν· Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτῆρ’ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πὼς πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν σωτηρίαν αὐτῶν· τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμολογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἃν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος Φησιν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτῆρ’ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν. Τὁ δὲ, τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον, καὶ τὰ ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.