Ancient Greek
ΚΕΦ. ΜΑ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΜΑ.
Not analysed yet
Περὶ τῶν αἰτούντων σημεῖον. Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὸν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον κ. τ. ἑ. Λύχνον ἔχοντες ἐν αὐτοῖς οἱ ἄνθρωποι τὴν νοερὰν δύναμιν, ὐκ εἰς τὸ ἐμφανὲς ἄγουσι ταύτην, ἀλλ’ εἰς τὸ ἀφανὲς κρύπτουσι τὸ μὴ ζητεῖν τὴν ἔκλαμψιν τοῦ νοῦ, ἀλλὰ τὴν ἔξωθεν καὶ ματαίαν λαμπρότητα. αὕτη γὰρ γίνεται περὶ τὸν νοῦν σκότος, εἰς πονηρίαν αὐτὸν ἐκκαλουμένη, οἷα δὴ καὶ ἡ περὶ τοὺς Φαρισαίους δόξα παρὰ τῷ πλήθει φθονερῷ καὶ κακοήθως κατὰ τοῦ τιμώμενον παρασκευάζουσα, καὶ προσάγειν διὰ στόματος λόγους ἀσεβεῖς καὶ συκοΦαντικούς. οὕτω γὰρ ἔνδοθεν καὶ ἀπὸ καρδίας ἐρχόμενον τὸ σκότος, ὅλον τὸ σῶμα πληροῖ, οὐ μόνον τὸ στόμα λόγων ἐμπιπλῶσα τῶν μὴ δικαίων, ἀλλὰ καὶ χεῖρας ἐπὶ μιαιφονίαν ἐγείρουσα· ὃ δὴ καὶ πράττουσι μικρὸν ὕστερον, ἀπὸ τοῦ φθόνου πρὸς τὸν φόνον ἐγειρόμενοι. ἐξὸν οὖν ὑμῖν, φησὶ, καθαρὸν κατασκευάζειν τὸν νοῦν, καὶ διὰ τούτου καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις, ὑμεῖς δὲ τοὐναντίον, ὅθεν χρὴ προάγειν Φῶς, ἐντεῦθεν προάγεται σκότος.