Ancient Greek
ΚΕΦ. ΜΔ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΜΔ.
Not analysed yet
Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Κυρίλλου Ἀλεξανδρείασ. Ἅπας γὰρ ἡμῶν λόγος ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερὸν, περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις, δεῖ δὴ ἀληθινοὺς ἡμᾶς ὁρᾶσθαι προσκυνητάς. Τοῦ Αὐτοῦ. Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς αὐτόν· λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου, οὐχ ἅπασιν ἁπλῶς πρέποι ἃν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος, ἐκείνοις δὲ μᾶλλον οἱς ἃν ἐνυπάρχων ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτὸν, οἷς καὶ ἁρμόζει λέγειν, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ “Χριστοῦ; θλίψις ἣ στενοχωρία, ἣ λιμὸς, ἣ διωγμὸς, ἣ γυμνότης, “ἣ μάχαιρα;” οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶ, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι. Καὶ μετ’ ὀλίγα —Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι, καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ’ ἡμᾶς ἐπιβουλῆς ὁ τῆς σαρκὸς θάνατος, Θεοῦ δὲ κολάζοντος οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς οἰκείαις ἡ ἀθλία ψυχή· οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ’ εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς. Τοῦ Αὐτοῦ. Ὁρᾷς ὅσην ποιεῖται τὴν πρόνοιαν αὐτόν· εἰ γὰρ μέχρι τῶν οὕτω εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων μικρότατα τῶν ζώων, πῶς ἃν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτόν; οὔγε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ’ αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν αὐτῶν τὰς τρίχας; ἣ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἣ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν, εἰς παγίδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως καὶ τὸ δύνασθαι διενεγκεῖν.