Ancient Greek
ΚΕΦ. ΜΖ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΜΖ..1
Not analysed yet
Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἱμα αὐτῶν ὁ Πιλάτος ἔμιξε μετὰ τῶν θυσιῶν, χρὴ γινώσκειν ὅτι οὗτοι εἰσιν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων μέμνηται. ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ ὁ Ἰώσηππος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαγγέλλων πολλὴν πρόΦασιν δῆθεν εὐσεβείας. κύριον γὰρ μηδὲ μέχρι στόματος, ἔφασκε, μὴ δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ ΦιλοΦροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα. ὅθεν καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάταις αἰκίαις ὑπεβάλλοντο, οἱ καὶ ἐδίδασκον μηδὲν παρὰ τὰ διατεταγμένα ἐν τῷ Μωϋσέως νομοθεσίας ἀναφέρεσθαι τῷ Θεῷ. Διόπερ καὶ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίγνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας. εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον κελεῦσαι παρ’ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσΦέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσΦερομέναις θυσίαις τὸ αἷμα τῶν προσΦερόντων. ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελον τῷ Σωτήρι’, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν· καὶ γὰρ ἐνόμιζόν τινες ἀπὸ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν ταῦτα πεπονθέναι τοὺς ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τὰς τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας τοὺς ἄρχοντας κατὰ τῶν ὑπηκόων· διὸ αὐτὸς τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς τίθησιν, οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἰτα ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥήματι, ἀποτρέπων τῆς ἐμφυλίου στάσεως προφάσει εὐσεβείας ἀναπτομένους τοὺς ἀπὸ τοῦ λαοῦ, τὸ “ἐὰν μὴ μετανοήσητε,” τουτέστιν, ἐὰν μὴ μεταβάλητε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖ τοῦ Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ἀναμιχθήσεται ὑμετέραις θυσίαις. Ὁ πύργος ὁ πεσὼν ἐν τῷ Σιλοὰμ οὐχ ὡς ἁμαρτωλοτέρους πάντων ὄντας τοὺς δέκα καὶ ὀκτὼ κατέχωσεν, καθὼς καὶ αὐτός Φησιν ὁ Κύριος, ἀλλὰ δι’ ὀλίγων ὑπόδειγμα τοῖς οἰκοῦσι τὴν Ἱερουσαλὴμ γέγονε. καὶ ὁ μὲν εἷς πύργος παραβάλλεται ὅλῃ τῇ πόλει, ἵνα τὸ μέρος ἐκφοβήσῃ τὸ ὅλον, οἱ δέκα καὶ ὀκτὼ τῷ λαῷ τῆς πόλεως· ὅθεν ἐπείπερ τοὺς οἰκήτορας τὰ τῆς ἀπιστίας ἐνέμεινε, καὶ αὐτοὶ σὺν αὐτῇ μικρὸν ὕστερον τοῖς αὐτοῖς περιέπεσαν οἷς περ ὁ πύργος καὶ οἱ δέκα καὶ ὀκτὼ, ὅτε τὴν Ἱερουσαλὴμ ὁ Τίτος κατέστρεψεν καὶ πολὺν λαὸν ἐθανάτωσε. Ἡ τῆς συκῆς παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἱερουσαλὴμ διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, δι’ ἑαυτοῦ. Ισίδωρου Πηλουσιώτου. Ἡ Εὐαγγελικὴ συκῆ ἐστὶ, ὁ δὲ οἰκοδεσπότης ὁ Θεὸς καὶ Πατὴρ, ὁ δὲ ἀμπελουργὸς ὁ Υἱὸς τοῦ Θεοῦ, Φιλοπονῆσαι καὶ ἐκκαθᾶραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας, ἐκκοπῆναι δὲ παρὰ τοῦ οἰκοδεσπότου κελευσθεῖσαν τὴν συκῆν ὡς ἄκαρπον, ἐΦ᾿ αὕτην Φησι καὶ τοῦτο τὸ ἕτερον· εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, καὶ] τοῖς ἐμοῖς ἀρδευθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψῃς αὐτὴν, εἰς τὸν ἄλλον αἰῶνα τῆς τῶν δικαίων μερίδος, ἐκτεμὼν αὐτούς· ἔστι δὲ ἡ πρώτη ἀθέτησις τῆς ἐντολῆς, ἡ παράβασις ἡ ἀπὸ τοῦ ξύλου, τοῦ ἐν μέσῳ τοῦ παραδείσου προστάττουσα μὴ γεύεσθαι· ἡ δὲ δευτέρα, ἡ ἐν τῷ νόμῳ δυσσέβεια ἡ πρὸς τὸν μόσχον· ἡ δὲ τρίτη ἀσέβεια ἡ ἐν τῇ χάριτι τυγχάνει παραίτησις, “οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων. Κόπρια δὲ λέγει τὰ δάκρυα, καὶ τοὺς στεναγμοὺς, καὶ τὰς χαμευνίας, καὶ τὰς ἀγρυπνίας, καὶ τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν, ὡς ὁ θεολόγος λέγει Γρηγόριος.