Ancient Greek
ΚΕΦ. ΜΗ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΜΗ.
Not analysed yet
Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Ἡ συγκύπτουσα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς, καθώς φησιν ὁ δεσπότης, “ἣν ἔδησεν ὁ Σατανᾶς, ἔτη “δέκα καὶ ὀκτὼ,” ἴσως παρεωραμένην παρὰ Θεοῦ δι’ οἰκεῖα πταίσματα· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, θεοπρεπεστάτῃ δὲ λίαν Φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς ἀνωτάτω, τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει προσεπιτίθησι δὲ καὶ χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ Θεοῦ λόγον δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τὸ τισὶν ἀνοσιώτατον δοκοῦν. περὶ ὧν εἶπεν ὁ δεσπότης Χριστὸς πρὸς τὸν ἀρχισυνάγωγον περὶ τοῦ σαββάτου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ἔχαιρε δὲ ὁ λαὸς ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ, ἐπειδὴ τὰ παράδοξα ἔργα ἔλυε πᾶσαν ζήτησιν παρά γε τοῖς μὴ κακοήθειαν ζητοῦσιν, ὅπερ οἱ ἄρχοντες ἔπραττον, ἐπὶ πρόΦασιν νόμου τὸν Σωτῆρα κακῶς ὑβρίζοντες.