Ancient Greek
ΚΕΦ. ΝΑ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΝΑ.
Not analysed yet
Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. Τὸ “ἔξελθε καὶ πορεύου ἐντεῦθεν,” Φθόνῳ φερόμενοι οἱ Φαρισαῖοι ἔλεγον δεσπότῃ Χριστῷ· οὐδὲ γὰρ ἤθελόν τινας Φιλεῖσθαι ὑπ’ αὐτοῦ, οὔτε ταῖς θεοσημίαις, οὔτε ταῖς ὑπὲρ νόμου μυσταγεγίαις. Ὅπερ γὰρ εἶπον, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι,” προφασιζόμενοι ἔλεγον, ὅθεν αὐτὸς ὡς ἐτάζων νεΦροὺς καὶ καρδίας, τοῦτο εἰδὼς, πράως τε καὶ ἐπεσκιασμένως, καθὼς ἔθος αὐτῷ, ἀνταποκριθεὶς εἶπε, “εἴπατε τῇ ἀλώπεκι ταύτῃ.” καὶ δοκεῖ μέν πὼς τετράφθαι καὶ βλέπειν τὴν τοῦ λόγου δύναμιν εἰς τὸ Ἡρώδου πρόσωπον, ὥς τινες ἐνόμισαν, ἔρχεται δὲ μᾶλλον κατὰ τῆς Φαρισαίων σκαιότητος. οὐ γὰρ εἶπε τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ “ταύτῃ,” εὐφυέστατα μέσῃ τινὶ χρώμενος Φωνῇ, σαφῶς δεικνύων ἐγγὺς ὄντας τῇ ἀλώπεκι τοὺς Φαρισαίους τῇ πανουργία· καὶ γὰρ πῶς ὡς ἀεὶ πανοῦργόν ἐστι καὶ δύστροπον τὸ ζῶον, οὕτω καὶ οἱ Φαρισαῖοι· ὅθεν καὶ ὡς προσδοκῶντες κατορρωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, ταῦτα ἔλεγον, καί τοι τῶν δυνάμεων ὄντα Κύριον. Οπερ δὲ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στῖφος, ἀποπληροῦν ἐπαγγέλλεται λέγων, “ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ.” Ως γὰρ προείρηται διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παραδόζων ἐπιδείξει χρώμενος, σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν ἀυτῶ. ι Διὰ δὲ τοῦ εἰπεῖν “τελειοῦμαι,” ἔδειξεν, ὅτι ἑκὼν ὑπομένει τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τότε ὑπέρχεται γε τοῦ σῶσαι τὴν ὐπ’ οὐρανόν. Εἰπὼν δὲ ὅτι “δεῖ με” οὐκ ἀνάγκην ἀδιαΦύλακτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐν ἐξουσίᾳ τῶν αὐτοῦ θελημάτων ἀνειμένως τε καὶ ἀνυπόπτως, ὅποιπερ ἃν ἐθέλοι, βαδιεῖται, καὶ περινοστήσῃ τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἣ ἐπιβουλεύοντος, ἄχρις ἃν αὐτὸς καταδέξηται τὴν διὰ τοῦ τιμίου σταυροῦ τελείωσιν. Τὸ δὲ “σήμερον καὶ αὔριον,” πλείονας ἡμέρας δηλοῖ. Εἰπὼν δὲ ὅτι “οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερου- “σαλὴμ,” ἐδήλωσεν ὅτι καὶ τοῦτό, φησιν, ἀπόκειται αὐτὴ, τὸ καὶ ἐμὲ αὐτὸν τὸν τῶν προφητῶν κύριον ἐν αὐτῇ παθεῖν. Τὸ δὲ “οὐκ ἐνδέχεται” μηδεὶς νομιζέτω βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπαγομένην εἰς τὸ τοιαῦτα δρᾷν εἰρῆσθαι, ἀλλὰ κατὰ τὴν τῆς ἀληθείας διάγνωσιν ἐξ ὧν ἔπραττον μιαιφόνον κεκτημένοι προαίρεσιν. Τὸ “Ἱερουσαλὴμ, Ἱερουσαλὴμ,” ἕως, “ἐν ὀνόματι “Κυρίου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.”