Ancient Greek
ΚΕΦ. Ν.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ν.
Not analysed yet
Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι. Ὡς γὰρ ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συνεγηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ᾿ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί Φησιν, ὅτι “οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἀπό- “στητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας·” οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. τίνες δ᾿ ἂν νοηθεῖεν οἱ λέγοντες, τῷ Χριστῷ τὸ “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας;” ἁρμόσειεν ἂν ὁ τοιοῦτος δὲ λόγος, μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, “ὅτι ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ, “καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προΦήτας,” καὶ τὰ ἑξῆς. Κυρίλλου Ἀλεξανδρείασ. Πῶς οὖν ἤσθιον καὶ ἔπινον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν, προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι’ αἵματος θυσίας ἤσθιον καὶ ηὐφραίνοντο, ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῶν ἑαυτοῦ Φωνῶν τὸ “τάδε λέγει Κύριος.” Ἀλλ’ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι’ αἱμάτων λατρεία, οὐδ’ ἃν ἀπονήψετό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων, καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν εὐσεβῆ, καὶ τὴν εὐαγγελικὴν, θεσπίσμασιν ἀκολουθήσαντες, δι’ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἃν εἰ ἐλάσειεν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαριθμήσεις τοῖς ὠνομασμένοις, καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν, ἐσθ’ ὅτε τῶν πάντων κριτὴς, “ἐΦάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν “ἐδίδαξας.” καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; πολλοὶ πεπιστεύκασιν εἰς τὸν Χριστὸν, καὶ τὰς ἁγίας ἐπ’ αὐτῷ τελοῦσιν ἑορτάς. φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίᾳ τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμάτων, ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδὲν, ἀλλὰ καὶ πνευματικῆς ἐργασίας γυμνὴν ἔχουσι τὴν ψυχήν. κλαύσονται καὶ οὗτοι πικρῶς καὶ βρύξουσι τοὺς ὀδόντας· ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. ἔφη οὖν ὅτι “οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, “εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ “θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.