Ancient Greek
ΚΕΦ. ΝΔ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΝΔ..1
Not analysed yet
Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Ὑποθέμενος περὶ τῆς σωτηρίου ταπεινοφροσύνης θεῖον παράγγελμα καλὸν καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, καὶ μέγαν εἰσάγει τῆς πρὸς ἀνθρώπους δεξιώσεως τὸν σκοπὸν καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μὴ παραχρῆμα τὴν ἀνταπόδοσιν κέκτηται. οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας, διὰ τὸ εὐθέως ἀντικληθῆναι πή αὐτῶν τοῦτο ποιοῦσιν· οἱ δὲ μεγαλόψυχοι τὸ ὑπερβαλλόντως κάλλιον καὶ μεγαλοπρεπέστερον ἐργάζονται, ὅπερ ὑπέδειξεν ὁ Κύριος· τὸ τοὺς δεομένους καὶ ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ’ ὣν οὐκ ἔστιν ἀνταπόδοσις· ἀλλ’ ὁ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς Φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς· τοῦτο δὲ οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς διεμαρτύρατο, ἀλλ’ ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς ΦιλοΦροσύνας τῶν ἴσων ἀνταποδώσεως, ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας ἐπὶ μεγάλαις ἀνταποδώσεσι ταῖς παρὰ Θεοῦ. O εἰπὼν “μακάριος ὅς τις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ “τῶν οὐρανῶν,” οὔπω μὲν ἦν πνευματικὸς, ψυχικὸς δὲ μᾶλλον, καὶ ἀνεπιτηδείως ἔχων πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων περὶ Χριστοῦ, ὠήθη γὰρ σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβάς. διόπερ ἐξυφαίνει Χριστὸς ὁ Θεὸς ἡμῶν παραβολὴν τοῖς τότε παροῦσιν· ἀποχρεώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπὶ παντὶ τῷ κόσμῳ γενομένης οἰκονομίας, ἥτις ἐστιν ἀυτὴ. “Ἄνθρωπός τις,” Φησὶν, “ἐποίησε δεῖπνον μέγα,” καὶ ὁ μὲν ἄνθρωπος νοηθείη ἄνθρωπος καὶ πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ δὲ πάντως εἰσὶν ἡ ἀλήθεια· οὕτω δὴ οὖν ὁ τῶν ὅλων δημιουργὸς, ὁ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν, οἰκουμενικὴν εἰργάσατο πανήγυριν· δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ δεῖπνον δὲ αὐτὸ καλεῖ καὶ οὐχι ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ καθ’ ἡμᾶς αἰῶνος ἐπεφάνη ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Φαγεῖν, ἐκάλεσε δὲ πολλοὺς, τὰ πλήθη δηλονότι τῶν Ἰουδαίων. τίς δὲ ἦν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί Φησιν; αὐτὸς ὁ Χριστός· ὅστις Θεὸς ὢν Φύσει, καὶ Υἱὸς ἀληθινὸς, “μορΦὴν δούλου ἑαυτὸν “κενώσας ἀνέλαβε.” Ποῖα δὲ ἦν ἃ ἡτοίμασε τοῖς κεκλημένοις; ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος Ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, βασιλείαν οὐρανῶν· ἐπὶ ταῦτα κέκληκε Κύριος ὁ Θεὸς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. Τὸ δὲ “ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι,” τοῦτό ἐστιν, ὅτι ὡς ἐξ ἑνὸς συνθήματος οὐδένα λόγον ἐποιήσαντο τῆς κλήσεως, τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες, ἀγρῶν τε καὶ γεωργίας καὶ παιδοποιίας ἕνεκα. Τίνες δὲ ἃν νοηθεῖεν οἱ παραιτησάμενοι; ἣ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες, ἄνδρες ἁδροὶ τὰ βαλλάντια καὶ Φιλοκερδίᾳ ἡττημένοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν· διὰ πάσης γὰρ ἔπος εἰπεῖν τῆς θεοπνεύστου γραφῆς ἐπ’ αὐτοῖς δὴ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν τούτους. διὸ καὶ ἔξω μεμενήκασι τῆς ἑορτῆς, ταῖς οὕτω σκληραῖς ἀπειθείαις τὸ μέγα δεῖπνον περιυβρίσαντες. Κέκληνται δὲ ἀντ’ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἕως τινὸς ἔχοντες καὶ ἀΦεγγῆ καὶ χωλεύουσαν, ὑγιεῖς δὲ καὶ εὔρρωστοι διὰ τῆς εἰς Χριστὸν γενομένης πίστεως· ἐδιδάχθησαν γὰρ ὀρθοποδεῖν, καὶ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο Φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, διαμάθοι τις ἂν ταῖς τῶν ἁγίων Ἀποστόλων Πράξεσιν ἐντυχών. Ἀγαθὸς ὢν Φύσει ὁ Θεὸς καὶ φιλάνθρωπος καὶ εἰς τὰς ὁδοὺς καὶ εἰς τοὺς Φραγμοὺς ἐξαποστέλλει τὸν δειπνοκλήτορα, ὅπερ ἀποφαίνει τὴν τῶν ἐθνῶν κλῆσιν, μέταγε τοῖς ἐξ αἵματος Ἰσραὴλ εἰσενενεγμένους διὰ τῆς πίστεως· καὶ γὰρ “ἔτι τόπος ἐστὶ,” Φησίν· ὑπῆρχον δὲ οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς Φρένας καὶ ἀπηγριωμένοι τὸν νοῦν, καὶ οἷον ἔξω πόλεως διάγοντες, διὰ τὸ μὴ ζῆν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ. Οὐχ ἁπλῶς δὲ εἶπε τούτους καλέσαι, ἀλλὰ καὶ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀναπιμπλάμεθα. πῶς οὖν εἶπεν ἀναγκάσαι; κατ’ οἰκονομίαν τινα· ἐπειδὴ γὰρ ταῦτα ἐν ἀφορήτῳ δουλείᾳ τῆς πλάνης κατείχοντο, ὑπεζευγμένα τῷ διαβόλῳ καὶ οὐκ εἰδότα· διὰ τοῦτο συντομωτέρας κλήσεως ἐδεήθησαν μιμουμένης ἀνάγκης χρείαν, ἵνα κἂν οὕτως ἰσχύσωσιν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, ἀποΦοιτήσαντα τῆς ἀρχαίας ἀπάτης, καὶ ἀποπηδήσαντα τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Εἰπὼν ὁ δεσπότης Χριστὸς καὶ Φιλάνθρωπος, “εἴ τις ἔρχεται “πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ,” καὶ τὰ ἑξῆς, οὔτε ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι τῇ φύσει προστάσσει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ Φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· καὶ γὰρ τὸ τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ, καὶ τὸ ἐκτρέΦειν τὰ τέκνα καὶ τὰ τοιαῦτα, τοῖς γονεῦσιν ὑπακούειν, καὶ τὸ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας τοὺς ἄνδρας, καὶ τὸ τὰς γυναῖκας τοὺς ἑαυτῶν ἄνδρας Φοβεῖσθαι, ὁ θεῖος Ἀπόστολος εἰσηγήσατο. οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει, τοὺς οἰκείους μισητέον, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ φησὶν, ὅτι τοὺς πρὸς τὴν εἰς Θεὸν πίστιν ἐμποδίζοντας καὶ πρὸς σωτηρίαν ψυχῆς κωλύοντας, τούτους παραιτητέον, καὶ μηδαμῶς ἕνεκεν ἀγάπης σαρκικῆς, τῆς εἰς Χριστὸν ἀγάπης καταφρονεῖν.