Ancient Greek
ΚΕΦ. ΝΕ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΝΕ..1
Not analysed yet
Περὶ οἰκοδομῆς πύργου παραβολή. Τὸ δὲ ἐκ τῆς τοῦ πύργου οἰκοδομῆς ἡμῖν ἐπιδηλούμενον, τοῦτό ἐστιν, ἵνα οἱ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλόμενοι, τὴν ἀρκοῦσαν ἐν τούτῳ προθυμίαν, τῷ ἑαυτῶν ἐγκαταθέμενοι νοΐ, οὕτως ἔχονται τῆς τοιαύτης μακαρίας πολιτείας, μεμνῆσθαί τε τοῦ λέγοντος “τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν “ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρη- “σον·” εἰ δὲ παρά τισιν οὐκ ἔστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προστεθεικότα αὐτοῖς περαιῶσαι σκοπόν; Τοῦ ἁγίου Μαξίμου Σκόλιον. Τίς ἡ παραβολὴ τοῦ πύρυοθ; ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως οἰκοδομηθεῖσαν. ὅστις οὖν πράττει τὴν κατὰ πρᾶξιν ἀπάθειαν, ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν Φυσικῶν καὶ θεωρητικῶν καὶ θεολογικῶν λόγων, δι’ ὧν ἀπαρτίζεται ἡ τελεία γνῶσις· οὗτος τελειοῖ τὴν οἰκοδομὴν τοῦ πύργου, ὁ δὲ ἐλλειπὴς τούτων μὴ δυνηθεὶς εἰς πέρας ἀγαγεῖν τὴν οἰκοδομὴν, ἐμπαίζεται παρὰ τῶν παραπορευομένων, εἴτε ἀνθρώπων εἴτε δαιμόνων. Τὸ δὲ “εἴ τις βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβα- “λεῖν εἰς πόλεμον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι πρὸς τὰς ἐναντίας δυνάμεις ἐστὶν ἡμῖν ὁ ἀγὼν, καθὼς ὁ Ἀπόστολός Φησιν, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα,” καὶ τὰ ἑξῆς. Ἔτι δὲ καὶ πρὸς τὸ Φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος, τὰ πολύτροπα πάθη, πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς· πῶς οὖν ἄρα τούτων περιεσόμεθα; ὅταν πιστεύσωμεν ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ ὅτι αὐτὸς ἐξουδενώσει πάντας τοὺς θλίβοντας ἡμᾶς, καθὼς ἑαυτόν τις τῶν ἁγίων προΦητῶν διαθεὶς ἔΦη, “ἰδοὺ, Κύριος βοηθεῖ μοι, “καὶ τίς κακώσει με;” καὶ πάλιν ὁ θεσπέσιος Δαβίδ· “Κύριε, “Φωτισμός μου καὶ Σωτῆρ’ μου,” καὶ τὰ ἑξῆς· αὐτὸς γὰρ ἡμῶν ἡ ἰσχύς ἐστι. διὸ αὐτὸν ἔχοντες βοηθὸν, μηδαμῶς περὶ εἰρήνης τοὺς ἐχθροὺς ἡμῶν δαίμονας ἐρωτήσωμεν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν, ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς, τὸν κραταιὸν Θεὸν ἡμῶν εἰς ἀντίληψιν ὁλοψύχως καὶ ἀδιαλείπτως ἐπικαλούμενοι. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται; Κυρίλλου. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν, οἱ τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταΦρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι, καὶ ἀχρεῖοι παντελῶς. ἘΞ Ἀνεπιγράφου. Οὕτω δὴ καὶ τὸ ἅλας εἶναι πάντας συστήσεται τοὺς μὲν πρώτως, τοὺς δὲ δευτέρως· πρώτως μὲν γὰρ οἱ Ἀπόστολοι, οἳ τῷ κόσμῳ παντὶ γεγόνασιν ἅλες, καὶ ὅσοι μετ’ ἐκείνους τοιοῦτοι ἀρτύοντες εἰς σωτηρίαν ἀνθρώπους, δεύτερον δὲ οἱ τὰς ἐκκλησίας πληροῦντες, λαοὶ χρήσιμοι πρὸς ὠΦέλειαν τοῖς πλησιάζουσι καθιστάμενοι, “καλὸν οὖν,” Φησὶ, “τὸ ἅλας, ἐὰν “δὲ τὸ ἅλας μωρανθῆ, ἐν τίνι ἀρτυθήσεται, οὔτε εἰς γῆν, οὔτε εἰς “κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν “ἀκουέτω.” χρησίμους ὑμᾶς Φησιν, ὁ παρ’ ἐμοῦ λόγος ἅπασιν ἀνθρώποις κατασκευάζει, καὶ πᾶσιν ἐπὶ σωτήρια παραμίγνυσι, τοιούτους ἀποδεικνὺς οἵους προείρηκα· εἰ δὲ παραφθείρει τὴν προσήκουσαν διάνοιαν, οὔτε ἀφ’ ὑμῶν ὄφελος οὐδενὶ, οὔτε ὑμῖν ἑτέρωθεν ὠΦέλεια ἀπολείπεται, ὅθεν οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετοι ἔσεσθε· γῆ μὲν γὰρ τὸ ὠΦελούμενον, κόπρος τὸ ὠΦελοῦν· ὑμεῖς δὲ πρὸς τὸ ὠφελεῖν κόσμῳ ἅπαντα κείμενοι, εἰ μήτε ὠΦέλιμοι μένοιτε, μήτε ὠφελεῖσθαι δύνασθε· ἀπόκλητοι καὶ εἰς οὐδὲν ἔσεσθε. Ἔνθα δὴ καὶ συνέσεως ἔΦη δεῖν τοῖς ἀκούουσιν, ὥστε παραβολικὸν ὄντα τὸν λόγον συνιέναι. τὰ ἀκόλουθα ἕως τῆς παραβολῆς τῶν ρ προβάτων προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Περὶ τῆς δραχμῆς φησιν ὁ ἅγιος Γρηγόριος ὁ θεόλογος, ὅτι λύχνον ἧψεν ὁ Χριστὸς καὶ Θεὸς, δηλονότι τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε τῆς ἁμαρτίας, τὸν κόσμον ἀποκαθάρας, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖται τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας ἐπεποίητο. ἘΞ ἀνεπιγράφου. Λύχνον μὲν ἁπτόμενον εἶναι τῆς τὸν λόγον, σάρωσιν δὲ τὴν τῶν ἁμαρτιῶν ἀποκάθαρσιν, καὶ τῶν πονηρῶν δαιμόνων τὸν χωρισμὸν καὶ τὴν ἀπαλλοτρίωσιν. ταῦτα γὰρ οἱονεὶ χρήματα τῇ εἰκόνι ἐπιπροσθοῦντα οὐ συνεχώρει ἐπ’ ὄψεσιν ὁρᾶσθαι Θεοῦ· ὅθεν τούτων ἀπωσθέντων, εὑρεθῇ ἡ ἀπολωλυῖα δραχμὴ, ὑπὸ τῆς γυναικὸς, ἣν εἰς τὴν ἐπουράνιον εἴληφεν Ἰερουσαλήμ.