Ancient Greek
ΚΕΦ. ΝΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΝΘ..1
Not analysed yet
Περὶ τῶν ι΄ λεπρῶν. Τὴν ἑαυτοῦ δόξαν διὰ τῆς μεγαλοπρεποῦς θαυματουργίας ἐμΦανῆ καθίστησιν ὁ Σωτῆρ’. ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραὴλ, ἀλλ’ ἦν καὶ οὕτω σκληρός τε καὶ ἀπειθής. ἦν δὲ ἡ ἀπόδειξις σαΦὴς, ὧν ἔΦην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεων τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτήρι’, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, καὶ ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. ὁ δὲ Φιλάνθρωπος ὣν, ἔΦη, “ὑπάγετε, δείξατε ἑαυτοὺς “τοῖς ἱερεῦσι·” Διὰ τί μὴ μᾶλλον ἔΦη, θέλω, καθαρίσθητι, καθὰ καὶ ἐΦ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον, ἑαυτοὺς ἐπιδείξατε τοῖς ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτυρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ Φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν. Ἐπειδὴ γὰρ ὁ τῶν ὄχλων Σωτῆρ’ ἐν τοῖς πρὸς ἅπαντας λόγοις διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶντες οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καὶ Φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Εξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἑτοίμους δὲ εἶναι βουλόμενος τοὺς ἁγίους αὐτοῦ μαθητὰς πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεΦυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονὴν, ἵνα εὐδόκιμοι γενόμενοι δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, Φησὶ πρὸς αὐτούς· “ἐλεύσονται ἡμέραι ὅτε “ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ “οὐκ ὄψεσθε,” τουτέστιν ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ, καίτοι καὶ τότε σὺν αὐτῷ ὄντες, θλῖψιν ὑπομένοντες, ἀλλὰ πρὸς ἀντιπαράθεσιν τῶν ὑπερκειμένων κακῶν αἱρετά πὼς ἦσαν τὰ ἐλάττονα. Μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ ὅτι “ὡς ἀστραπὴ οὕτως ἔσται, ἕως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. Διαμεμήνυκε λέγων, ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. ἐγενήθη μὲν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐΦ᾿ ἡμῖν πληρώσων οἰκονομίαν· κεκένωται διὰ τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξη θεότητος ἐμΦανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῶ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑΦέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἣ ἐκεῖ.” Φέρει δὲ εἰς ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λὼτ, τὴν μετὰ τὸ ἐξελθεῖν ἀπὸ Σοδόμων στραφεῖσαν εἰς τὰ ὀπίσω, καὶ διὰ τοῦτο γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροΦὴ γενομένοις. Πῶς ἀπόλλυσι τις τὴν ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ; ἣ καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν; ὁ θεῖος Ἀπόστολος περὶ τούτων Φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς σαρκὸς Φρόνημα, καθώς Φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς “γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἱ γε μὴν Φιλήδονον αἱρούμενοι βίον καὶ οἴονται b τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν· “ὁ γὰρ σπείρων,” Φησὶν, “εἰς τὴν σάρκα θερίσει Φθοράν.” ἔστι δὲ καὶ ἑτέρως ἀπολέσαντά τινα τὴν ἑαυτοῦ ψυχὴν διασῶσαι, ὃ καὶ οἱ μακάριοι πεπράχασι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ στέΦανον ταῖς ἑαυτῶν κεΦαλαῖς ἀνῆψαν. οἱ ἐξ ἀνάνδρου δὲ ψυχῆς καὶ γνώμης τὸν παραυτίκα τῆς σαρκὸς διαΦυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοικήσονται γὰρ εἰς ᾅδου τῆς κακοανδρείας ὑφέξοντες δίκας. Εοικε διὰ τούτων τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας Φορτικὸν γενναίως Φέροντες, σωΦρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης Φανλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. ἀποστελεῖ γὰρ, Φησὶ, τοὺς Ἀγγέλους αὐτοῦ καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν αὐτῷ. Τὸ δὲ “ὅπου τὸ σῶμα,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὥσπερ οὖν σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει, οὕτως ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ ὑψηλὰ πετόμενοι καὶ ἄνω τῶν ἐπιγείων κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται c. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.