Ancient Greek
ΚΕΦ. Ξ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ξ.
Not analysed yet
Περ τοῦ κριτοῦ τῆς ἀδικίας Διὰ τῆς προκειμένης παραβολῆς τῆς λεγούσης “κριτής τις “ἦν,” καὶ τὰ ἑξῆς, ἀδιαλείπτως ἡμᾶς προσεύχεσθαι προτρέπεται Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν Φοβούμενον μήτε μὴν ἀνθρώπους ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ Φιλοικτίρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν τοὺς προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν, ὡς ἐκλεκτῶν αὐτοῦ; καὶ ταῦτα μὲν ὁ ἅγιος Κύριλλος. ὁ δὲ Χρυσόστομος καὶ αὐτὸς εἰς διαφόρους λόγους αὐτοῦ περὶ τοῦ κριτοῦ τῆς ἀδικίας λέγει, ὅτι πονηρός τις ἢν καὶ παράνομος, καὶ αὐτὸ δὲ τὸ ἅγιον Εὐαγ- γέλιον τοῦτο δείκνυσιν ἐν τῷ λέγειν τὸν Κύριον, “ἀκούσατε τί “ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν “ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ·” παρέστησε γὰρ διὰ τούτων, ἄλλον εἶναι τὸν κριτὴν τῆς ἀδικίας, καὶ ἄλλον τὸν Θεόν. Πῶς οὖν μετὰ τοιαύτας ἐμΦανεῖς ἀποδείξεις, οὐ Φρίττουσί τινες ὅλως, κἂν εἰς ἔννοιαν λαμβάνειν, μή τι γε καὶ παρρησίᾳ λαλεῖν, αὐτὸν τὸν Θεὸν εἶναι κριτὴν τῆς ἀδικίας, ἐκπλήττεσθαι χρή. Οὐκ ἀγνοῶν ὁ δεσπότης Χριστὸς, πῶς γὰρ ὁ πάντα εἰδώς; Φησι, “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἄρα εὑρήσει τὴν πίστιν “ἐπὶ τῆς γῆς;” ἀλλ’ ὑπεκφαίνων ὅτι ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.