Ancient Greek
ΚΕΦ. ΞΑ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΞΑ..1
Not analysed yet
Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Διὰ τῆς τοῦ Φαρισαίου καὶ τοῦ τελώνου παραβολῆς διδάσκει ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ πρᾶγμα, μηδὲ δι’ ὧν ὠΦελεῖσθαί τις νομίζοι, διὰ τούτων αὐτὸν παροτρύνει καθ’ ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν. Γέγραπται γὰρ, ὄτι “ἔστι δίκαιος “ἀπολλύμενος ἐν δικαίῳ d αὐτοῦ·” ὅθεν καὶ ὁ Φαρισαῖος ἐνταῦθα διὰ τοῦτο κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πόλλα γὰρ κατ’ αὐτοῦ τὰ ἐγκλήματα· καὶ γὰρ ὡς ἄνους οὐ μόνον τεθαύμακεν αὐτὸς ἑαυτὸν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους σὺν τῷ τελώνῃ κατέκρινεν· ὁ δὲ κατακριθεὶς ὑπ’ αὐτοῦ τελώνης οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀΦθαλμοὺς, ἀλλὰ περιστείλας τὴν παρρησίαν ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ἀπὸ τοῦ d ἐνιδικαίως Cod. συνειδότος ἐλέγχοις πληττόμενος ἐφοβεῖτο καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγα Φροντίσας τῶν αὐτοῦ νόμων. Τύπτων οὖν τὸ στῆθος ὡμολόγει τὰ ἐγκλήματα, καὶ δεικνὺς ὡς ἰατρῷ τὴν νόσον, ἐλεηθῆναι παρεκάλει, διὸ καὶ “κατέβη,” Φησὶν ὁ δίκαιος κριτὴς, “οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ” παρ’ ἐκεῖνον. Ταῦτα τοιγαροῦν ἀκούοντες ἐμφρόνως τὰς ἀρετὰς κατορθώσωμεν, καὶ μηδεὶς τούτου χάριν ὑπεροψίαν νοσείτω, μεμνήσθω δὲ μᾶλλον τοῦ Κυρίου εἰπόντος τοῖς ἁγίοις Ἀποστόλοις, “ὅταν ταῦτα πάντα ποιήσητε·” δῆλον δὲ ὅτι τὰ διατεταγμένα αὐτοῖς, “λέγετε ὅτι δοῦλοι ἀχρεῖοι “ἐσμὲν, καὶ ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.” “πᾶς γάρ,” Φησι, “ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν “ὐψωθήσεται.” Ἰσιδώρου Πηλουσιώτου ἐπιστολή. ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαλορρημονήσας προέκρουσεν. ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς εὐδοκίμησεν. Ἄκουε τοίνυν συντόμως. ὁ μὲν μηδενὸς παρακινοῦντος μηδὲ ἐρεθιζοντος μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης Φρονῶν μειζόνως ὁ Φαρισαῖος, εἰκότως προσκρούει· ὑπερηφανίαν γὰρ νοσεῖ. ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ κακηγορεῖσθαι Φράζων πρὸς τὸ ἀποδύσασθαι τὰ ἐπιΦερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος πεποίηκεν Ἰὼβ, πάσης αἰτίας ἔξω καθέστηκεν εἰς τοὺς οὐ δεόντως κακηγορίας τῆς αἰτίας ἀπηλ- λαγμένους. Περὶ τῶν βρεφῶν καὶ περὶ τοῦ εἰπόντος διδασκάλου ἕως “καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Σευήρου ἐκ Τῆσ Πρὸσ Μάγναν. μεγαλοΦώνως ᾔτει τε καὶ προσηύχετο, καὶ ὡς ἄξιος ὣν ὧν ᾔτει τυχεῖν, τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο καὶ ἔλεγε, “νηστεύω δὶς “τοῦ σαββάτου” καὶ τὰ ἑξῆς, καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσοῦτον πλέον τὴν θείαν ἀπέβυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παΦλάζοντα κύματα. τελώνης δέ τις μακρὰν ἑστὼς καὶ τοῦ νεῶ τὴν ἐσχάτην ὑποδὺς γωνίαν, τὸ στῆθος ἔπαιε, τὴν ψυχὴν ὥσπερ ὑπομιμνήσκων διὰ τούτου τῶν αὐτῇ πεπλημμελημένων καὶ εἰς αἴσθησιν διεγείρων καθεύδουσαν, καὶ μηδὲ τῆς ἐν τῇ προσευχῇ στάσεως αὐτὸν ἡγούμενος ἄξιον· τοῦτο μόνον ἐτόλμα λέγειν, ὁ Θεὸς, ἱλάσθητι μοι τῷ ἁμαρτωλῷ· καὶ τὸ μόλις ἐξιὸν τοῦ στόματος ῥῆμα, πτέρυξιν ὑψηλαῖς ἐπῄρετο, πρὸς οὐρανὸν ἀνεΦέρετο, καὶ κρούων τὴν θύραν, εἴσω τῆς θείας ἀκοῆς παρεπέμπετο, καὶ ἐδικαίου τὸν προσευξάμενον. ὁ γὰρ οἰόμενος ἑαυτὸν ἄξιον εἶναι τοῦ εἰς τὰ ἄδυτα παρακύπτειν τοῦ ἱεροῦ, καὶ πλησίον εἶναι τοῦ Θεοῦ, πόρρω μετὰ τῶν βεβήλων ἀπορριΦήσεται· ὁ δὲ καὶ τὰς θύρας ψαύσαι Φρίττων, καὶ αὐτῶν τῶν ταμιείων τοῦ βασιλέως κατατρυΦήσει, κατὰ τὴν ἐν τῷ ᾄσματι νυμΦὴν τὴν λέγουσαν, “εἰσήνεγκέ με “ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.” Τοῦ Χρυσοστόμου. Διδάσκων τοὺς μαθητὰς ὁ καὶ τῦΦον καταπατεῖν κοσμικὸν, τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται Φάσκων, “ἀμὴν, λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται “τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Οὗτος γὰρ ΦιλοσοΦίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον εἰναι.