Ancient Greek
ΚΕΦ. ΞΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΞΘ..1
Not analysed yet
Περὶ τοῦ ἀμπελῶνος. Τοῦ ἁγίου Ἰωάννου Τοῦ Tαύτης πολλὰ αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Τὴν ἔπι γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχεῖ συνενηνεγμένην. Ἀμπέλων γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἠσαίας “ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδήμησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴ ’δει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς· ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πὼς ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ d ἀκοῦσαι.” Τοῦ ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “ἴσας “ἐντραπήσονται;” οὐχ ὡς ἀγνοοῦντος, ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ ἐντραπήσονται τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ “γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Μετὰ δὲ τὸ ἀκοῦσαι αὐτοὺς τὴν τοῦ ἀμπελῶνος παραβολὴν, διὰ τοῦτο εἶπον, “μὴ γένοιτο,” ἐπειδὴ συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, δεδοικότες τὸ ἐσόμενον. Ἀλλ᾿ οὐκ ἔστι τοῦτο ἐναντιολογίας· καὶ γὰρ ἀμφότερα γέγονε, καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν κὰν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχισεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’ οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν σχεῖν λαβὴν, ἀλλ’ ἠνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.” Λίθον ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὃ καὶ Ἰεζεκιήλ φησιν, “οἱ οἰκοδομοῦντες τὸν τοῖχον καὶ “ἀλείφοντες ἀναρτύτως.” Πῶς δὲ ἀπεδοκίμασαν; ἢ λέγοντες, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει “αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε, “καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι “συναντήσεσε αὐτῷ, οὐδὲ πέτρας πτώματε.” Τοῦ Αὐτοῦ. Ἐξεκαύθη πάλιν εἰς ἀχαλίνους ὀργὰς Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βουλεύονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον, ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ λαοῦ φόβος. Οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Τοῦ Αὐτοῦ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν ἐσόμενον ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τιμῆσαι τῇ πίστει τὸν καίουντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς.