Ancient Greek
ΚΕΦ. Ο.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ο.
Not analysed yet
Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. Ὡς ἀνθρώπῳ προσίενται κοινῷ τῷ πάντων Σωτήρι’ Χριστῷ, ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος. Ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας καὶ ἀποδείξεως τῆς θεοπρεποῦς οὐκ ἄνθρωπος ὣν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Ἤθελε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων, καὶ δεσμοὺς ἐπέθηκαν αὐτοῖς. ἐζήτουν τοίνυν, φησὶ, παραδοῦναι αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι- δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ “Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι· Ωριγένους. Ἐγένετο ἐν ἀρχῇ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’ εἰκόνα Θεοῦ, ὕστερον δὲ παρὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ χοικήν· ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως d ὁ ποιῶν τὰ ἔργα τοῦ κοσμοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτῆρ’ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ ὁμοίωσιν τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα- “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.”