Ancient Greek
ΚΕΦ. ΟΕ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΕ..1
Not analysed yet
Περὶ τοῦ Πάσχα. Τίτου. Βοστρῶν. Εἰσῆλθε τοίνυν ὁ Σατανᾶς εἰς αὐτὸν, ὄντα ἐκ τῶν ιβ΄ ἀλλ’ ἐκ τοῦ ἀριθμοῦ, ἀριθμὸν ἀνεπλήρου, οὐκ ἀποστολικὸν ἀξίωμα ἐκέκτητο. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα, φάσκα ὁ τῆς ἑορτῆς καιρὸς ὠνομάζετο· δηλοῖ δὲ διάβασις. Ὥσπερ γὰρ τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδὶ, οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τὴν θάλατταν διαπεραιοῦσθαι νεανικῶς τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν· διαβαίνομέν γε μὲν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν πάλαι ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρσίαν. Ἔχομεν τοίνυν τιμῶσαν ἐπὶ τοὺς τύπους τὴν ἀλήθειαν. ἐλθούσης γὰρ φησὶ, τῆς ἡμέρας, καθ’ ἣν ἔδει θύεσθαι τὸ Πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων Ἀποστόλων, ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης, πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ γεγραμμένα· καίτοι τί δήποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλμένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν ἄνθρωπον ἁπλῶς κεράμῳ ὕδατος πεφορτισμένον. Τί οὖν πρὸς τοῦτο φαμέν; ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι σημεῖον. Ἔτι γὰρ ὑπεπλάττετο τὴν μαθηταῖς εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. “ὑπαντήσει γὰρ ὑμῖν,” φησὶ, “ἄνθρωπος κεράμιον “ὕδατος βαστάζων.” ἣ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἃν εἰσέλθῃ τὸ ὕδωρ, δῆλον δὲ ὅτι τὸ τοῦ ἁγίου βαπτίσματος, ἐκεῖ καταλύει Χριστός. Παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύματος· οὐκ ἃν δὲ ἁμάρτοι τις τἀληθοῦς, καὶ ἀναγκαῖον εἶναι λέγων τὴν παντὸς ἁγίου ψυχήν. καυχάσθω γὰρ, φησὶ, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ. ἑτοιμάσασι δὲ τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστὸς, ἀνεξικάκως τῷ προδότῃ φάσκων, “ἐπιθυμίᾳ “ἐπεθύμασα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν.” Τί δὴ ἄρα φησὶν ὁ Σωτῆρ’; οὐκοῦν ὡς ἤδη προεῖπον, καιρὸν ἐζήτει τῆς προδοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὲ μὴ πρὸ τῆς τοῦ ἁγίου Πάσχα τοῖς φονοῦσιν αὐτὸν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτῆρ’, ἣ τὸν οἶκον ἣ τὸν ἄνθρωπον, παρ’ ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγαροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ’ ᾧτ’ κατέλυσεν, “ἐπιθυμίᾳ,” φησὶν, “ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν·” ὁμοῖον ὡσεὶ λέγοι, πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἃν ἰσχύσω λαθεῖν τὴν τοῦ προλαβόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. πλὴν οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν οὐρανῶν ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κλῆσιν, καὶ τὴν τοῦ ἁγίου βαπτίσματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν· οὐκοῦν οὐκ ὄψομαι, φησὶν τοιούτου Πάσχα, τοῦ διὰ Μώσεως δηλονότι δηλουμένου τυπικῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτέστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν ἐμφανίζεται· πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι διάβασιν Πάσχα τὸ ἀληθινόν· καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ· αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ’ ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Τοῦ Χρυσοστόμου. Κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν γὼ δὲ οἶμαι, μηδὲ τοὺς μαθητὰς αὐτοῦ ἔχειν· ἣ γὰρ αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐτέλει; διὰ πάντων δείκνυς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἔστιν εναντιος τῷ νόμῳ. Καὶ τί δῆτα πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς κἀντεῦθεν ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, τί οὐκ ἃν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴ γε ἐβούλετο μὴ παθεῖν; Εἶτ᾿ ἐπειδὴ ἠγνόει, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαΰλ ὁ προφήτης λέγει· “εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα,” καὶ ἐνταῦθα κεράμιον βαστάζοντα· προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” μετὰ τὸ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, καὶ ἐκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Πῶς δὲ εἰ τὸ Πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους δεῖ φαγεῖν. Τί οὖν ἔστιν εἰπεῖν; ὅτι μετὰ τὸ φαγεῖν ἀνέκειντο λοιπὸν ἑστιώμενοι. Εἰπὼν ὅτι “ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν,” ἐσήμανε διὰ τούτου, ὅτι οὐκ ἄκων παραγέγονεν ἐπὶ τὸ πάθος, ἀλλὰ μετὰ πολλῆς ἐπιθυμίας ὥστε παθεῖν ὑπὸ τοῦ κόσμου· οὐκ ἐσθίει δὲ αὐτὸ μετὰ τῶν Ἰουδαίων, ἀλλὰ μετὰ τῶν μαθητῶν αὐτοῦ μόνων, ἐπειδήπερ ἐκεῖνοι ἀνάξιοι ἦσαν τούτου διὰ τὴν ἐπίμονον ἀπιστίαν. Περὶ τοῦ εἰπεῖν αὐτὸν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως οὐαὶ τῳ ἀνθρώπῳ ἐκείνῳ δι’ οὑ παραδίδοται, καὶ ὅτι φιλονεικία ἐγένετο ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων ἕως “διάκονος,” προεγράφη. Ιωάννου Τοῦ Χρυσοστόμου. Εἰς τὸ τουτέστι παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ Πάσχα δοῦναι καθ’ ὃ μέλλω πνευματικοὺς ποιεῖν. Κυρίλλου Ἀλεξανδρείασ. Ἐν τῶ εἰς τὸ Εὐαγγέλιον οὕτω κεῖται, “οὐ μὴ πίω ἀπαρτὶ ἐκ τούτου τοῦ “γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίω “μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.” Πρὸς ταῦτα ἀποκρίνεται Σευῆρος ὁ ἐπίσκοπος Ἀντιοχείας πρὸς Λεόντιον πρεσβύτερον γράφων οὕτω. “Τοῦτο διπλὴν τὴν ἀπόδοσιν “ἔχει καὶ τὴν ἐξήγησιν. Ὁ μὲν γὰρ ἁγιώτατος τῆς Κωνσταντινου- “πόλεως ἐπίσκοπος Ἰωάννης ἐκείνην καινὴν πόσιν τοῦ ποτηρίου “φησὶν, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔπιεν μετὰ τῶν μαθητῶν “αὐτοῦ, τὸν ναὸν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος, καὶ τὸ “τῆς φιλοδοξίας ἀνόσιον ἐξοστρακίζων δοξάριον. Ἱστόρηται γὰρ ὁ “θεοπέσιος Πέτρος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων πρὸς Κορνή- “λιον εἰπὼν, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ “ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.” ὁ μέντοι γε θεολσ́γος Γρηγόριος “ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ φησί· καινοῦ ποτηρίου δόσιν εἶναι τὴν ἐν τῇ μελλούσῃ καὶ προσδοκωμένῃ βασιλείᾳ τῶν οὐρανῶν τῶν θείων νοημάτων ἐπηγγελμένων ἡμῖν ἀποκάλυψιν· ὅτε λύεται μὲν τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα, φανεροῦται δὲ ἡ προσώπου πρὸς πρόσωπον θέα, καθά φησιν ὁ θεῖος Ἀπόστολος. Σευήρου ἐκ Τοῦ Πρὸσ Ἰουλιανὸν Συντάγματοε κεφαλαίου. Ἕνα γὰρ ἄρτον ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος ἐν τῷ μυστικῷ δείπνῳ τῆς ἱερουργίας τοῦ μεγάλου μυστηρίου, πρῶτος αὐτὸς ἀπαρχόμενος καὶ τοῖς Ἀποστόλοις τοῦτο παραδοὺς, λαβὼν ηὐλόγησε, καὶ δέδωκεν εἰς ὄνομα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως, εἰπὼν, “τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν,” ὃ καὶ ἐσθίομεν καὶ ἀπαθὲς καὶ ἀθάνατον, καὶ ἀφθαρσίας πλῆρες, καὶ ἀναπιμπλᾷ ἡμᾶς τῆς αὐτῆς εὐλογίας καὶ ἀθανασίας, ὥσπερ τινὸς τῆς μελλούσης ἡμῖν ἐγγίγνεσθαι θείας χάριτος καὶ δυνάμεως τῆς ἀναστάσεως. Τοῦ Χρυσοστόμου. αῦτα πάλιν καὶ ἀνακτώμενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος.