Ancient Greek
ΚΕΦ. Ος.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Ος.
Not analysed yet
Περὶ τῶν φιλονεικησάντων τίς μείζων. Τοῦ δεσπότου Χριστοῦ εἰπόντος ὅτι ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν “ὡς ὁ διακονῶν,” τίς οὕτως ἐστὶν ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν; Ὁ γὰρ ὑπὸ πάσης λογικῆς κτίσεως καὶ ἁγίας διακονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· καὶ κἀς ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν, τουτέστι κατὰ τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας λόγον. Τὸ δὲ “ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ “βασιλείᾳ μου” φησὶν, ὅτι οὐκ ἐν ἐδεσμάτων χρείᾳ ἐσόμεθα καὶ τραπέζης, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποδείξαι τὰ πνευματικὰ βούλομαι, ὅτι ὥσπερ οἱ παρὰ τῶν ἐπὶ γῆς βασιλέων τὰς πρώτας ἔχοντες τιμὰς, συνέστιοι τέ εἰσιν αὐτοῖς καὶ ὁμότιμοι, οὕτως ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρὰ τῷ ἀθανάτῳ βασιλεῖ, οἱ ἅγιοι καὶ πανεύφημοι Ἀπόστολοι, ὡς διαμεμενηκότες μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς. Τὸ δὲ “καθίσεσθε ἐπὶ ιβ΄ θρόνους” καὶ τὰ ἑξῆς, προεγράφη. Κυρίλλου Ἀλεξανδρείασ. Ὤιετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὣν ὁ Ἰούδας, δύνασθαι λαθεῖν τὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο πάνυ πονηρὸς ὣν, καίτοι τραπέζης ἀξιούμενος, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικώτερον αὐτῷ τὴν κόλασιν ἀπειργάζετο. Οὐαὶ τοίνυν αὐτῷ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς τῶν φονευόντων χερσὶ παραδοὺς, τὴν διαβόλῳ πρεπωδεστάτην ἐκληρονόμησε δίκην.