Ancient Greek
ΚΕΦ. Π.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Π..1
Not analysed yet
Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. Ὁ μὲν οὖν Ματθαῖος καὶ Μάρκος ἐπειγόμενοι πρὸς ἕτερα, εἰπόντες ἕως οὗ ὠνείδιζον αὐτὸν οἱ λῃσταὶ, τὰ λοιπὰ τῆς ἱστορίας τὰ περὶ τὸν σταυρὸν παρέλιπον. Λουκᾶς δὲ ἀφέμενος τῶν προτέρων, ὡς παρὰ τοῖς ἄλλοις εἰρημένων, τὰ παραλειφθέντα ἐκείνοις, τουτέστι τοῦ ἑνὸς λῃστοῦ τὴν ἐπίγνωσιν ἱστορεῖ, ἀπὸ τῆς φωνῆς ἀρξάμενος ἦν ὁ Κύριος εἶπε· “Πάτερ, ἄφες αὐτοῖς, οὐκ οἴδασι τί “ποιοῦσιν,” ἀφ’ ἧς εἰκὸς ἦν, καθάπερ εἴρηται, τὸν ἕτερον τῶν λῃστῶν ἐλθεῖν εἰς κατάνυξιν. Πῶς Ματθαῖος μὲν καὶ Μάρκος τοὺς δύο λέγουσι λῃστὰς ὀνειδίσαι τὸν Κύριον, Λουκᾶς δὲ τὸν ἕνα; ἐν ἀρχῇ μὲν οἱ δύο λῃσταὶ παραπλήσια τοῖς Ἰουδαίοις ἐφθέγγοντο, χάριτι τῇ πρὸς αὐτούς· ἴσως τινὰ πη αὐτῶν βοήθειαν ἐντεῦθεν προσδοκῶντες εἰς ἄφεσιν. Ἐπειδὴ δὲ ἅπερ προσεδόκων παρὰ τῶν Ἰουδαίων ἥργησαν, θάτερος τῶν λῃστῶν, αὐτός τε ἀνένηψε, καὶ τὸν ἄλλον εἰς τοῦτο προετρέπετο· Πόθεν δὲ ἐκεῖνος ἀνένηψεν, οὔπω γὰρ ἦν τὰ κατὰ τὸν σταυρὸν θεασάμενος θαύματα; ἐκ τῶν λόγων ἴσως ὧν περ ὁ Κύριος Ἰησοῦς παρρησίᾳ πρὸς τὸν Θεὸν, ὡς πρὸς Πατέρα, ἐφθέγξατο λέγων, Πάτερ, ἄφες αὐτοῖς οὐ γὰρ οἴδασι τι ποιοῦσιν ὡς γὰρ ἴσος ἴσῳ διαλεγόμενος καὶ πατέρα ἐκάλει, καὶ, “ἄφες,” σὺν πολλῇ παρρησίᾳ ἔλεγεν. Οὐ γὰρ εἰπε, Κύριε, παρακαλῶ σε, συγχώρησον αὐτοῖς, δεικνὺς ὅτι τὰ εἰς αὐτὸν ἐφ’ ὕβρει λεγόμενα, εἰς βλασφημίαν τοῦ Πατρὸς ἀνατρέχουσι, διὰ τὸ τῆς θεότητος ὁμοούσιον. Πῶς δὲ ἡ δεσπότου ἡμῶν Θεοῦ πεπλήρωται ὑπόσχεσις, ἡ πρὸς τὸν λῃστὴν, εἰρηκότος πρὸς αὐτὸν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ;” πληρῶν τὰ πάντα τῇ θεότητι, καὶ ἐν τῷ σταυρῷ ἦν διὰ τὴν σάρκα, καὶ ἐν τῷ οὐρανῷ διὰ τὴν θειότητα, καὶ πάλιν καταβὰς ἀπὸ τοῦ σταυροῦ, καὶ ἐν τῷ ᾅδῃ ὑπῆρχεν, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε τῇ παρουσίᾳ τῆς θεότητος· τάχα δὲ πρῶτον τὸν λῃστὴν τὸν εἰς αὐτὸν πιστεύσαντα. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Σήμερον πολλάκις ἐν τῇ τῇ υραφῇ, καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἑστηκότα αἰῶνα, ὥσπερ καὶ ἐν τῷ “ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον “ἡμέρας,” καὶ “οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.” παρηγγέλλετο οὖν τῷ ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Σευήρου ἀπολογ. b τινές φασι, πῶς ἃν εἴποιμεν εἰσεληλυθέναι τὸν λῃστὴν εἰς τὸν παράδεισον, τοῦ Ἀποστόλου Παύλου τοὺς ἀπ’ αἰῶνος ἀπαριθμησάμενος δικαίους ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, δικαιωθέντας διὰ τῆς πίστεως, καὶ ἐπαγαγόντος, “καὶ “οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο “τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- “μένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι;” καὶ τινὲς λέγουσι ὡς ὁ Ἀπόστολος οὐκ ἐν οἱς ἀπηριθμήσατο καὶ τὸν λῃστὴν συνηρίθμησεν, ἀλλ’ ἐσιώπησεν αὐτὸν, ὡς τῶν ἐπηγγελμένων ἤδη τυχόντα, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς καὶ ἀπροσδιορίστως, “πάντες οἱ “μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας,” ἀλλ’ εἶπε, “καὶ οὗτοι πάντες πρὸς τοὺς ἀπηριθμημένους δεικτικῶς ἀναφέρων τὸν λόγον, οἱς ὁ λῃστὴς οὐ συνηρίθμητο. ἕτεροι δὲ ἔφασαν, μηδέ πὼς τὸν λῃστὴν τετυχηκέναι τῆς ἐν τῷ παραδείσῳ. Αὐτὸς γὰρ γὰρ εἶπεν, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, “οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν·” ἔστι γὰρ καὶ τοιοῦτον εἶδος, φησὶν, ἐν τοῖς τοῦ Κυρίου ῥήμασιν, ἐν οἷς περὶ τῶν ἔσεσθαι μελλόντων ὡς ἤδη γεγενημένων διέξεισιν, ὡς ὅταν λέγῃ, “ὁ δὲ μὴ “πιστεύων, ἤδη κέκριται·” καὶ πάλιν, “ἀμὴν, λέγω ὑμῖν, ὅτι ὁ “τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν, “καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου “εἰς τὴν ζωήν.” ἄλλοι δὲ πρὸς τούτοις τὴν ἔννοιαν καὶ τὸ ῥητὸν ἐκμάζονται c. λέγουσι γὰρ δεῖν ὑποστίζοντας ἀναγινώσκειν, “ἀμὴν λέγω σοι σήμερον, εἴς οὕτως ἐπιφέρειν τὸ “μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ,” ὡς εἰς τὸν μέλλοντα χρόνον δοκεῖν ἀφορᾷν τὴν ὑπόσχεσιν. ἀλλὰ ταῦτα μὲν οὗτοι. Τὸ δὲ ἀληθὲς τῆς ἐξηγήσεως, τοῦτό ἐστι. τὰ ἐπηγγελμένα ἡμῖν ἀγαθὰ βασιλεία ἐστὶν οὐρανῶν, οὐχὶ ἡ εἰς τὸν παράδεισον εἴσοδος ἣ ἡ ἐπάνοδος· ὅθεν καὶ προσεύχεσθαι καὶ λέγειν προσέταξεν ὁ Κύριος, “ἐλθέτω ἡ βασιλεία σου,” οὐχ ἡ τοῦ παραδείσου διατριβή. ἀλλ’ ἴσως ἐρεῖ τις ὡς ταὐτόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ ὁ παράδεισος, δύο προσηγοριῶν οὐσῶν περὶ ἓν πρᾶγμα τὸ ὑποκείμενον. ἀλλ’ ἡ τῶν ἱερῶν γραμμάτων διδασκαλία δείκνυσιν, ὡς οὐ ταὐτόν ἐστιν, ἀλλ’ ἑκατέρου πολὺ τὸ διάφορον. Τὰ μὲν γὰρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἡτοιμασμένα τοῖς ἀγαπῶσι τὸν Κύριον ἀγαθὰ, “οὔτε ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουε, οὐδὲ ἐπὶ “καρδίαν ἀνθρώπου ἀνέβη,” καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος. Τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουεν· ἤκουσε γὰρ “ἀπὸ παντὸς ξύλου ἐν τῷ παραδείσῳ βρώσει φάγῃ,” εἰ καὶ τοῦ ἑνὸς ξύλου τὴν μὲν θέαν εἶχε, τὴν δὲ βρῶσιν οὐκ ἐπετέτραπτο. καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, προσετάττετο γὰρ ἐργάζεσθαι τὸν παράδεισον· ἡ δὲ ἐργασία τοῦ παραδείσου βάναυσός τις οὐκ ἀλλ᾿ ἀλλ’ εἶχε λογικὴν εὐφροσύνην ἀναμεμιγμένην καὶ ἐννοιῶν θείων ἀπόλαυσιν· σιωπῶν γὰρ τὴν ἁρπαγὴν ᾗ ἡρπάγη Παῦλος ἐκεῖσεν, ἐπείπερ αὐτὸς εἶπεν, “εἴτε ἐν σώματι, εἴτε “ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα.” Ὥστε ὁ λῃστὴς τοῦ μὲν παραδείσου τετύχηκεν· ἀψευδὴς γὰρ ὁ εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ·” τὰ δὲ ἐν ἐλπίσι τῆς βασιλείας τῶν οὐρανῶν ἀγαθὰ μετὰ τῶν ἀπ’ αἰῶνος δικαίων οὐκ ἐκομίσατο, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· ὅτι γὰρ τὰ ἀγαθὰ τὰ ἐν ἐπαγγελίαις ἡμῶν ἀποκείμενα οὐδὲν ἕτερόν ἐστιν ἣ βασιλεία τῶν οὐρανῶν, πολλαχόθεν μὲν ἐστὶν συνιδεῖν, μάλιστα δὲ ἐκ τῶν ῥημάτων ἐκείνων, ὧνπερ ὁ Κύριος ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀναγέγραπται λέγων τοῖς ἑαυτοῦ μαθηταῖς, “ὑμεῖς δέ “ἐστε οἱ διαμεμενηκότες ἐν τοῖς πειρασμοῖς μετ’ ἐμοῦ, κἀγὼ “διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα “ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.” Εχομεν δὲ πρὸς τῇ ἐπηγγελμένῃ βασιλείᾳ καὶ τὸν παράδεισον, ὅστις χωρὶς d ἐστὶ πνευματικῆς ἀναπαύσεως· θαυμάσαι οὖν ἐστὶ τοῦ Κυρίου τὰς πανσόφους οἰκονομίας, ὧν μετρίως τινὰς ἐμφάσεις δεδείγμεθα, τὸν ἐπ’ αὐταῖς εἰπεῖν τελείως λόγον οὐκ ἔχοντες· τοῦ γὰρ λῃστοῦ τοιαύτην πίστιν ἐπιδειξαμένου, καὶ τοῦ μὲν ἄλλους τῶν ἥλων καταφρονήσαντος, προσπεπερόνητο γὰρ τῷ ξύλῳ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν ποσὶν ἅπαντα ὑπερβάντος, πρὸς δὲ τὰς μελλούσας ἀναπτερωθέντος ἐλπίδας, καὶ κράξαντος τὴν ἐξαίσιον καὶ ὑπὲρ ἄνθρωπον ἐκείνην φωνὴν “μνήσθητί μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,” ὁ τῶν ἡμετέρων διανοιῶν ἐξεταστὴς ἀκριβὴς, τῆς πίστεως αὐτοῦ θαυμάσας τὸ μεγαλοπρεπές τε καὶ ὑψηλὸν, ἐκ τῶν αὐτίκα μάλα ἐσομένων πρὸς τὴν ἐλπίδα τῶν μελλόντων αὐτὸν ἐβεβαίωσεν εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ “παραδείσῳ.” Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, οἱ πιστεύσαντες εἰς ἐμὲ, σημείων καὶ διδασκαλίας ἀπήλαυσαν, καὶ διὰ τούτων τὸν περὶ βασιλείας λόγον ἐδέξαντο· οὗτος δὲ μηδὲν ἀκούσας τῶν ἐμῶν ἢ θεασάμενος, εἰ μὴ τὸν ἀτιμιώτατον θάνατον τοῦ σταυροῦ, τὸ γενναῖον ἐκεῖνο ῥῆμα ἐφθέγξατο, “μνήσθητι μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.” Τί οὖν; ἐχέτω τέως τὴν ἐν τῷ παραδείσῳ τρυφὴν τῆς οἰκείας ἐνέχυρον πίστεως· τεύξεται γὰρ καὶ τῆς βασιλείας εἰς ὕστερον, ἐν ᾗ γενέσθαι αὐτοῦ μνήμης ἠξίωσε· καὶ ὥσπερ νικηφόρον εἰσελαύνων εἰς πόλιν τὰ λαμπρὰ τῶν λαφύρων ἐπικομίζεται, περιφανεστέραν διὰ τούτων τὴν νίκην ποιῶν, καὶ ἀνακηρύττων τὸ τρόπαιον οὕτω καὶ ὁ Κύριοι εἰσελαύνων εἰς τὴν ἀρχαιὰν τοῦ ἀνθρώπου παστάδα, τὸν παράδεισον λέγω, τὸν λῃστὴν ἐπεφέρετο, πανοπλίας ἁπάσης σεμνότερον λάφυρον, καὶ τῶν τοῦ διαβόλου σκύλων, τὸ κράτιστον ἔργῳ δηλῶν, ὥσπερ ἔλεγεν, “ὡς δήσας τὸν ἰσχυρὸν τὰ σκεύη αὐτοῦ τῆς οἰκίας διήρπασεν.” Ὅτι δὲ ἦν ὥρα ἕκτη καὶ σκότος ἐγένετο, ἕως ἐξέπνευσε, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Οπερ εἶπεν ὁ δεσπότης Χριστὸς, ὅτι “ὅταν ὑψωθῶ, πάντας “ἑλκύσω πρὸς ἐμαυτὸν,” ἔργοις τοῦτο πεπλήρωται. Ἤρξατο γὰρ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐν τῷ σταυρῷ ὑπάρχων, ὅθεν καὶ ὁ ἑκατόνταρχος ἰδὼν τὰ γενόμενα, ἐδόξαζε τὸν Θεόν· ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς κατανυττόμενοι πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς ἐπίγνωσιν τὴν εἰς Χριστὸν, τάχα που τῆς κατ’ αὐτὸν τὸν δεσπότην δυσσεβείας ἀπαλλαττόμενοι, τῆς τῶν σταυρωσάντων τόλμης καταβοῶντες, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα.