Ancient Greek
ΚΕΦ. ΟΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΘ.
Not analysed yet
Περὶ τῶν κοπτομένων γυναικῶν. Δι’ ἣν αἰτίαν θρηνούσας τὰς γυναῖκας ὅτε ἐπὶ τὸν σταυρὸν ὡς τροπαιοῦχος ἀπῄει Χριστὸς, οὐ μόνον οὐκ ἀπεδέξατο, ἀλλὰ καὶ ἐπετίμησε; διὰ τὸ ἑκουσίως πάσχειν αὐτόν· τῷ μὲν γὰρ ἄκοντι πάσχοντι ἡ συμπάθεια παράκλησιν φέρει, τῷ δὲ ἑκόντι ὕβριν. Ἐπεὶ οὖν ἐκεῖναι, τὸν εὐφημεῖσθαι καὶ κροτεῖσθαι δίκαιον ὄντα, ὡς τὸν θάνατον σβέσαντα καὶ τὸν διάβολον ἐκνευρίσαντα, ἐθρήνουν κοπτόμεναι, διὰ τοῦτο ἐπετίμησέ τε αὐταῖς, καὶ τὰ μέλλοντα συμβήσεσθαι προεμήνυεν, ἅπερ κατασκήψαντος τοῦ πολέμου τῶν Ῥωμαίων τῇ χώρᾳ τῶν Ἰουδαίων πέρας ἔλαβε. Ξύλον ὑγρὸν ἑαυτὸν λέγει, διὰ τὴν ἐν τῷ σώματι αὐτοῦ θείαν ζωὴν τὴν ἀμάραντον καὶ ἀκατάλυτον, καὶ διὰ τὸ ἔγκαρπον καὶ εὐθαλές· καρποὶ γὰρ ἦσαν αὐτοῦ αἱ ζωοποιοὶ μυσταγωγίαι καὶ παραινέσεις. ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, εἰ οὑν ἐμὲ, φησὶ, τὸν τοιοῦτον δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥωμαίων στρατιῶται, καὶ ὁ τούτων στρατηγὸς Πιλάτος, τί δράσουσι ὑμῖν τῷ ξηρῷ καὶ ἀκάρπῳ ξύλῳ, τῷ λαῷ τῶν Ἰουδαίων, προσπολεμοῦντα τὰ τῶν Ῥωμαίων στρατεύματα, μηδὲν ἐπ’ αὐτῷ τῷ λαῷ τῶν Ιουδαίων δηλονότι τὸν τεθαυμασμένον καὶ καρπὸν δικαιοσύνης ἐχόντων βλέποντες, ἐφ’ οἷς ἦν εἰκὸς φειδοῦς καὶ τιμῆς ἀξιωθῆναι τῆς παρ’ αὐτῶν· μᾶλλον δὲ κατακαύσουσιν ὑμᾶς ὥσπερ ξύλον ξηρὸν, ἤγουν πολιορκήσουσι καὶ αἰχμαλώτους λήψονται καὶ ἀποκτενοῦσι, δηλονότι τῆς εἰς αὐτὸν τὸν Σωτῆρα δυσσεβείας ἕνεκα. Περὶ τοῦ σταυρωθῆναι τὸν δεσπότην Χριστὸν ἕως “ἦν δὲ “καὶ ἡ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ βασιλεὺς τῶν Ἰουδαίων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.