Ancient Greek
ΚΕΦ. ΜΑ.
Catenae (Novum Testamentum), Catena In Marcum ΚΕΦ. ΜΑ.
Not analysed yet
Περὶ τῆς β΄ λεπτά. Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. Ἐμέτρησεν οὐ τὸ βεβλημένον, συνεμέτρησε δὲ τὴν προθυμίαν. ἐκπλήττου τοίνυν τὸ κριτήριον τοῦ Θεοῦ, ὡς οὐ μεγέθει δωρεῶν ἀποβλέπει, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης. ἐκεῖνοι πολλὰ ἔχουσί φησιν· ἐκ τοῦ περισσεύματος δεδώκασιν· αὕτη τὴν αὑτῆς περιουσίαν προσήγαγεν. αὕτη ἡ χήρα τῶν γαστριζουσῶν τοὺς γραμματεῖς m τιμιωτέρα καθέστηκεν. ἐκεῖναι γὰρ σχήματι n διδασκάλῶν καὶ κωτίλοις στωμύλοις φλυαρίαις ο] προσανέχουσι λόγοις, μηδὲν εἰς ψυχὴν ὠφελούμεναι· ἀλλὰ καὶ τὰ οἴκοι μάτην προσαναλίσκουσαι· αὕτη λάθρα διαδίδωσι τῷ Θεῷ, μηδὲν ἑαυτῇ εἰς περιουσίαν καταλιμπάνουσα Ρ· οὐ κολακευομένη ὑπὸ τῶν ἡγουμένων· Θεῷ δὲ τὴν ἑαυτῆς δεικνῦσα προαίρεσιν.