Ancient Greek
Book 10
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 10.1
Not analysed yet
Καὶ εἶδον ἄλλον. Ἄγγελον. Τοῦτον ἅγιον Ἄγγελον νοεῖσθαι, ἥ τε νεφέλη καὶ ἡ ἴρις καὶ τὸ ἡλιοπρεπὲς φῶς ἐμφαίνουσιν. διὰ τούτων γὰρ τὸ οὐράνιον καὶ ποικίλον ἐν ἀρεταῖς καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως δείκνυται. οἱ δὲ τοῦ πυρὸς στῦλοι, τὸ φοβερὸν καὶ κολαστικὸν κατὰ τῶν ἀνοσιουργῶν σημαίνουσι, τῶν τε ἐν γῇ λῃστευόντων, τῶν τε ἐν θαλάσσῃ πειρατευόντων· διὸ τῇ μὲν τὸν δεξιὸν πόδα, τῇ δὲ τὸν ἀριστερὸν ἐπέθηκεν, ἵνα τῶν ἐν ἑκατέρᾳ παρανόμων τὴν δίκην αἰνίξηται· τὸ δὲ βιβλίον ἅτε μικρὸν ὂν καὶ ὑποκοριστικῶςf λεχθὲν, τῶν σφόδρα πονηροτάτων τὰ ὀνόματα τὰς πράξεις περιέχειν φαίνεται, οἷον τῶν ἐν γῇ λῃστευόντων, ἣ ἑτέρως ἀνοσιουργούντων, καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων, ὧν τὴν κόλασιν αἰνίττεται, τοὺς πόδας ἐκτείνων ἔπι τε τῆς γῆς ἐπί τε τῆς θαλάσσης ὁ Ἄγγελος.