Ancient Greek
Book 10
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 10.3
Not analysed yet
Καὶ ἔκραξε φωνή. Ἡ φωνὴ δὲ τοῦ Ἀγγέλου βρυχμῷ λέοντος ἀφωμοιωμένη, τὸ φοβερὸν καὶ ἀνύποιστον τῆς αὐτοῦ ἀπειλῆς ἐνδείκνυται. τὰς δὲ ἑπτὰ βροντὰς ἡγούμεθα, ἢ ἑπτὰ φωνὰς νοεῖσθαι ἐξ ἑνὸς διαρθρουμένας Ἀγγέλου, ἢ ἑπτὰ ἑτέρους ἁγίους Ἀγγέλους, τὰ μέλλοντα προαγορεύοντας, ὡς ἐντεῦθεν δηλοῦσθαι τοῦ προτέρου Ἀγγέλου τούτους εἷναι δευτερεύοντας, καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας.