Ancient Greek
Book 10
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 10.4
Not analysed yet
Καὶ ὅτε ἐλάλησαν. Καὶ διὰ τούτων δείκνυται ἄδηλα εἶναι νῦν τὰ δι’ αὐτῆς τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ἑρμηνευόμενα, ἐξ ὧν ἐκ τῆς οὐρανίου φωνῆς ὁ Εὐαγγελιστὴς ἔμαθεν, τῇ μὲν διανοίᾳ τὰς φωνὰς ἐνσημήνασθαι, τὴν δὲ τελείαν κατάληψιν, καὶ τὴν τρανὴν τούτου διασάφησιν τοῖς τελευταίοις χρόνοις ταμιεύεσθαι· ἐσφραγισμένους γὰρ καὶ ἐμπεφραγμένους τοὺς τοιούτους λόγους, καὶ ὁ Δανιὴλ ἐδιδάσκετο.