Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.15
Not analysed yet
Καὶ ὁ ἕβδομος Ἄγγελος. Κἀνταῦθα πάλιν τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς εὐαγγελικῶς πολιτευομένους εὐχαριστίαν ἀναπέμπειν τῷ Θεῷ, φησιν, ὅτι ἣν ὁ Θεὸς, ὡς Θεὸς, ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, λαβεῖν δι’ ἡμᾶς ὡς ἄνθρωπος ἠξίωσεν· τοῖς δὲ ἀπίστοις ἔθνεσιν, ἐπὶ τοῦτο ὀργισθεῖσιν, ὡς ἂν προσφάτῳ καὶ ξένῃ διδαχῇ μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήγαγε. Καὶ ἦλθεν ἡ ὀργή σου. Καιρὸν τῶν νεκρῶν φησὶ, τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστά- σεως, ἐν ᾧ ἑκάστῳ κατάλληλα δοθήσεται τὰ ἐπίχειρα· διὰ δὲ τῶν προφητῶν καὶ ἁγίων καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία εἰκὸς νοεῖσθαι τάγματα τῶν ἐν ἑκατὸν καρποφορούντων καὶ ἐν ξ καὶ λ, τῶν Ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευξομένων λήξεως, καὶ τῆς ἐπὶ ιβ θρόνων ἱδρύσεως· μικροὺς δὲ καὶ μεγάλους, εἴτε τοὺς ἧττον ἁγίους καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας, εἴτε μικροὺς ὡς ἐξουθενημένους τοὺς ἁμαρτωλοὺς, μεγάλους δὲ τοὺς δικαίους φασὶν εἰρῆσθαι.