Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.19
Not analysed yet
Καὶ ἠνοίγη ὁ ναός. Διὰ τῆς ἀνοίξεως τοῦ οὐρανοῦ καὶ τῆς ὁράσεως τῆς κιβωτοῦ τῶν ἡτοιμασμένων ἀγαθῶν τοῖς ἁγίοις δηλοῦται ἡ Ἀποκάλυψις, ἅπερ ἐν τῷ χριστῷ, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, πάντα κέκρυπται· τότε δὲ ἀποκαλυφθήσεται, ὅτε τοῖς ἀνόμοις καὶ ἀσεβέσι φωναὶ καταπληκτικαὶ καὶ ἀστραπαὶ καὶ βρονταὶ ἐλεύσονται, καθάπερ χάλαζα ἐπομβρύουσα τούτους τὰ τῆς γεέννης κολαστήρια, ἐν τῷ σεισμῷ τῆς τῶν παρόντων μεταθέσεως.